151
οὐχ ἕνεκεν τοῦ βρώματος γέγονεν, ἀλλὰ ἕνεκεν τοῦ ἐργάσασθαι αὐτοῖς τὴν παρακοήν. ὅθεν παρακούσαντες τότε τοῦ μὲν παραδείσου ἔξωθεν γίνονται, ἐπιτιμηθέντες δικαιότατα, οὐ κατὰ μῖσος ἀλλὰ κατὰ ἐπιμέλειαν τοῦ θεοῦ. φησὶ γὰρ πρὸς αὐτοὺς ὁ κύριος «γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ». ἔδει γὰρ τὸν ὄντως ὄντα τεχνίτην κεραμέως δίκην ἐπιμελόμενον τοῦ 2.52 ἰδίου διὰ χειρῶν πεπλασμένου αὐτοῦ πλάσματός τε καὶ ἄγγους, τοῦτο ὕστερον ἐν ἐλαττώματι γεγονὸς διὰ τῆς παρακοῆς καὶ ὡς εἰπεῖν, ἔτι πηλοῦ ὄντος καὶ ὡς ὑπὸ ῥαγάδος ἀπόρριμμα γεγονότος τοῦ ἄγγους, μὴ ἐᾶσαι οὕτως ἀλλὰ μεταβαλεῖν εἰς τὸ ἀρχαῖον φύραμα, ἵνα αὖθις ἐν τῇ παλιγγενεσίᾳ ἀνασκευάσῃ τὸ ἄγγος ἐν τῇ ἀναστάσει εἰς τὴν ἀρχαίαν φαιδρότητα καὶ ἔτι περιττότερον, τουτέστιν * τὰ σώματα τῶν τὰ ἀδικώτατα πραξάντων καὶ μετανοησάντων καὶ ἀποστάντων τῶν ἰδίων σφαλμάτων καὶ ἐν τῇ γνώσει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τελειωθέντων, ἵνα γένηται τοῦ σώματος ἡ ἀνάστασις ἐκ τῆς γῆς, ὡς τὸ φύραμα μαλαχθὲν παρὰ τοῦ τεχνίτου καὶ αὖθις εἰς τὴν ἀρχαίαν καὶ ἔτι βελτίω ἀνατύπωσιν κατασκευάζεται. 2. Τοιαύτη μὲν ἦν ἡ ἐπιβουλὴ τοῦ ὄφεως πρὸς τὴν Εὔαν. ἐξ ἀρχῆς γὰρ λίχνος ἡ ἀνθρωπεία φύσις καὶ ὑπαγομένη ἀεὶ τοῖς τῆς κενοφωνίας δόγμασι καὶ κεναῖς ὑποσχέσεσι. καὶ πάλαι μὲν κρυπταζόμενος ὁ αὐτὸς οὐκ ἐδήλου τῆς αὐτοῦ ἰοβολίας τὸ πέρας, ὕστερον δὲ μετὰ τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν ἐξήμεσέν τε καὶ ἀπέπτυσε τὴν πᾶσαν αὐτοῦ ἰώδη καὶ μοχθηρὰν ἐπίνοιαν τῆς κακονοίας· οὗτος γὰρ προεβάλετο ἑαυτὸν ἐν τῇ τῶν ἠπατημένων διανοίᾳ δοξάζεσθαι ὡς θεὸς καὶ προσκυνεῖσθαι. γινώσκεται δὲ ὁ αὐτὸς ὄφις διά τε τῆς αὐτοῦ σχολῆς ταύτης καὶ δι' ὄφεως τοῦ αἰσθητοῦ τὴν ἀπάτην ἐμποιῶν. ὄφιν δὲ δῆθεν ἡ θεία γραφὴ καλεῖ τὸν διάβολον, οὐ πάντως ὄντα τοιοῦτον τῇ μορφῇ, ἀλλὰ διὰ τὸ φαίνεσθαι τοῖς ἀνθρώποις σκολιώτατον καὶ τὸ ἐν πρώτοις ἐν ὄφει ἐνεργηθὲν τῆς ἀπάτης σκευώρημα. παρὰ τοῖς τοίνυν τὴν ἀλήθειαν ἐπιγινώσκουσι καταγέλαστον τοῦτο τὸ δόγμα καὶ οἱ αὐτῷ προσανέχοντες, τὸν ὄφιν ὡς θεὸν δοξάζοντες. μηκέτι γὰρ δυνάμενος ὁ διάβολος τὴν ἀνδρείαν διάνοιαν τὴν ἀπὸ τοῦ κυρίου λαβοῦσαν τὴν δύναμιν τῆς ἀληθείας ἀπατᾶν τρέπεται ἐπὶ τὸ θῆλυ τουτέστιν τὴν τῶν ἀνθρώπων ἄγνοιαν καὶ πείθει τοὺς ἐν τῇ ἀγνοίᾳ, ἐπειδὴ οὐ δύναται τὸν στερεὸν λογισμὸν ἀπατῆσαι. θηλυκοῖς γὰρ ἀεὶ διανοήμασι προσπελάζει, ἡδονῇ τε 2.53 καὶ ἐπιθυμίᾳ τουτέστι τῇ ἀγνοίᾳ τῇ ἐν ἀνθρώποις θηλυνομένῃ καὶ οὐχὶ τῷ στερεῷ λογισμῷ τῷ εὐλόγως τὰ πάντα νοοῦντι καὶ θεὸν ἀπὸ τοῦ κατὰ φύσιν νόμου ἐπιγινώσκοντι. λέγει γὰρ ἑαυτὸν εἶναι Χριστὸν ὁ παρ' αὐτοῖς ὄφις, μᾶλλον δὲ οὐκ αὐτός οὐ γὰρ δύναται φθέγξασθαι, ἀλλὰ ὁ τὴν αὐτῶν ἔννοιαν οὕτω φρονεῖν παρασκευάσας διάβολος. τίς τοίνυν ἰδὼν τὸν ὄφιν οὐκ ἐπιγνώσεται τὸν ἐχθρὸν καὶ φεύξεται; τούτου γὰρ ἕνεκεν καὶ ὁ κύριος αὐτὸν τοῦτον τὸν ὄφιν εἰς ἐχθρίαν κατέστησε τοῦ τῶν ἀνθρώπων γένους, ἐπειδὴ ὅλως σκεῦος διαβόλου γέγονεν κτῆνος ὢν καὶ δι' αὐτοῦ ἠπάτησεν ὁ διάβολος τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ, ἵνα ἰδόντες τὴν τούτου ἐχθρίαν τοῦ αἰσθητοῦ ὄφεως ἀποδιδράσκωσι τῆς ἀπάτης τὴν ἐπιβουλὴν καὶ μισήσωσιν ὡς εἰπεῖν θεάσασθαι καὶ τὸ εἶδος. 3. Ἀποδιδόασι δὲ καὶ οὗτοι οἱ Ὀφῖται καλούμενοι τούτῳ τῷ ὄφει τὴν πᾶσαν γνῶσιν, λέγοντες ὅτι οὗτος ἀρχὴ γνώσεως γέγονεν τοῖς ἀνθρώποις, μυθωδῶς παρεισφέροντες τὰ παρ' αὐτοῖς νομιζόμενα μυστήρια, μιμολογήματα δὲ ὄντα καὶ χλεύης ἔμπλεα καὶ ματαιοφροσύνης. μῦθοι γὰρ ὡς ἀληθῶς οὗτοι· φάσκουσι γὰρ ἀπὸ τοῦ ἄνω 2.54 Αἰῶνος προβεβλῆσθαι Αἰῶνας καὶ κατώτερον γεγενῆσθαι τὸν Ἰαλδαβαώθ· τοῦτον δὲ προβεβλῆσθαι κατὰ ἀδράνειαν καὶ ἄγνοιαν τῆς ἰδίας μητρὸς τουτέστι τῆς ἄνω Προυνίκου. ταύτην γάρ φασι τὴν Προύνικον κατεληλυθέναι εἰς τὰ ὕδατα καὶ μιχθῆναι