152
αὐτοῖς καὶ μὴ δεδυνῆσθαι εἰς τὰ ἄνω χωρεῖν διὰ τὸ μεμῖχθαι τῷ βάρει τῆς ὕλης· ἐπιμεμῖχθαι γὰρ αὐτὴν τοῖς ὕδασι καὶ τῇ ὕλῃ καὶ μηκέτι δυνηθῆναι ἀναχωρεῖν. ἐπῇρεν δὲ ἑαυτὴν κατὰ βίαν εἰς τὰ ἀνώτερα καὶ ἐξέτεινεν ἑαυτὴν καὶ οὕτως γέγονεν ὁ ἀνώτερος οὐρανός. καὶ ὡς παγεῖσα ηὕρηται, μηκέτι δυναμένη μήτε ἄνω ἀναβῆναι μήτε κάτω κατελθεῖν, ἀλλὰ εἰς τὸ μεσαίτατον παγεῖσά τε καὶ ἐκτεταμένη ἔμεινε. κάτω μὲν γὰρ κατενεχθῆναι οὐκ ἠδύνατο, ὅτι οὐκ ἦν συγγενής· ἄνω δὲ οὐκ ἠδύνατο χωρεῖν, διὰ τὸ βαρεῖσθαι ἐκ τῆς ὕλης ἧς προσέλαβεν. κατὰ δὲ τὴν αὐτῆς ἄγνοιαν προβληθεὶς ὁ Ἰαλδαβαὼθ ἦλθεν εἰς τὰ κατώτατα καὶ ἐποίησεν ἑαυτῷ ἑπτὰ υἱούς, οἵτινες ἑαυ2.55 τοῖς οὐρανοὺς ἑπτὰ ἐποίησαν. αὐτὸς δὲ ἀποκλείσας τὰ ὑπὲρ αὑτὸν ἀπέκρυπτεν, ἵνα οἱ ὑπ' αὐτοῦ υἱοὶ προβληθέντες ἑπτὰ μὴ γινώσκωσι τὰ ὑπὲρ αὐτόν, κατώτεροι ὄντες αὐτοῦ, ἀλλ' αὐτὸν μονωτάτως. καὶ οὗτός ἐστι, φασίν, ὁ θεὸς τῶν Ἰουδαίων ὁ Ἰαλδαβαώθ. ἀλλ' οὐκ ἔστιν οὕτως, μὴ γένοιτο, ἀλλὰ μέλλει κρίνειν αὐτοὺς ὁ θεὸς ὁ παντοκράτωρ, θεὸς ὢν καὶ Ἰουδαίων καὶ Χριστιανῶν καὶ πάντων, καὶ οὐ Ἰαλδαβαώθ τις ὢν κατὰ τὴν αὐτῶν ληρώδη μυθολογίαν. 4. Εἶτα, φασίν, ἀποκεκλεισμένων τῶν ἄνω διὰ τῆς τοῦ Ἰαλδαβαὼθ ἐπινοίας οὗτοι οἱ ἀπ' αὐτοῦ γεγεννημένοι ἑπτὰ υἱοὶ ἤτοι Αἰῶνες ἤτοι θεοὶ ἤτοι ἄγγελοι καλοῦνται γὰρ παρ' αὐτοῖς ὀνόμασι διαφόροις κατὰ τὴν ἰδέαν τοῦ αὐτῶν πατρὸς Ἰαλδαβαὼθ ἔπλασαν τὸν ἄνθρωπον, οὐ ῥᾳδίως οὐδὲ ταχέως, ἀλλὰ τῷ αὐτῷ τρόπῳ ᾧ καὶ αἱ πρότεραι αἱρέσεις ἐμηχανήσαντο ἐν τῇ αὐτῶν κενοφωνίᾳ. φασὶ γὰρ καὶ οὗτοι· ἦν ἑρπετὸν ὁ ἄνθρωπος ὡς σκώληξ, μὴ δυνάμενος μήτε ἀνακύφειν μήτε ὀρθοῦσθαι. πρὸς ἐπιβουλὴν δὲ τοῦ Ἰαλδαβαὼθ ἡ ἄνω Μήτηρ ἡ καλουμένη Προύνικος, βουλομένη κενῶσαι τὸν Ἰαλδαβαὼθ ἀπὸ τῆς αὐτοῦ δυνάμεως ἧς ἐξ αὐτῆς μετέσχεν, ἐνήργησεν ἐν αὐτῷ εἰς τὸν ἄνθρωπον τὸν ἀπὸ τῶν τέκνων αὐτοῦ πεπλασ2.56 μένον, κενῶσαι τὴν αὐτοῦ δύναμιν καὶ ἀποστεῖλαι ἀπ' αὐτοῦ σπινθῆρα ἐπὶ τὸν ἄνθρωπον τὴν ψυχὴν δῆθεν διανοουμένη. καὶ τότε, φησίν, ἔστη ὁ ἄνθρωπος ἐπὶ τοὺς πόδας καὶ ὑπερβέβηκε τῇ διανοίᾳ τοὺς ὀκτὼ οὐρανοὺς καὶ ἐπέγνω καὶ ᾔνεσε τὸν ἄνω Πατέρα τὸν ἐπάνω τοῦ Ἰαλδαβαώθ. καὶ τότε ὁ Ἰαλδαβαὼθ πόνῳ φερόμενος διὰ τὸ ἐπιγνωσθῆναι τὰ ἀνώτατα αὐτοῦ, ἐπέβλεψε κάτω ἐν πικρίᾳ πρὸς τὴν ὑποστάθμην τῆς ὕλης καὶ γεγέννηκε δύναμιν ὀφιόμορφον ἰδέαν ἔχουσαν, ὃν καὶ υἱὸν αὐτοῦ καλοῦσι. καὶ οὕτως οὗτος, φησίν, ἀπεστάλη καὶ ἠπάτησε τὴν Εὔαν. ἡ δὲ ἤκουσεν αὐτοῦ καὶ ἐπείσθη ὡς υἱῷ θεοῦ καὶ πεισθεῖσα ἔφαγεν ἀπὸ τοῦ ξύλου τῆς γνώσεως. 5. Εἶτα ὅταν ταύτην τὴν μωρίαν διηγήσωνται καὶ τὸ γελοῖον τῆς ἐπιτηδεύσεως ταύτης, τὴν τραγικὴν ὡς εἰπεῖν ποιησάμενοι ὑπόθεσιν καὶ τὸ κωμικὸν τοῦτο δρᾶμα, ἄρχονταί τινα ἡμῖν ὑποφαίνειν εἰς παράστασιν τῶν παρ' αὐτοῖς λεγομένων ψευδῶν θεῶν ὅτι «οὐχὶ καὶ τὰ ἔγκατα ἡμῶν, δι' ὧν ζῶμεν καὶ τρεφόμεθα, ὀφιοειδῆ ὑπάρχει;» 2.57 ἄλλα δὲ ὅσα τοῖς ἠπατημένοις παρεισφέρουσιν εἰς τὴν ἑαυτῶν πλάνην καὶ ληρώδη ὑπόνοιαν. διὰ τοιαύτην δὲ αἰτίαν, φασί, τὸν ὄφιν δοξάζομεν, ὅτι ὁ ὄφις αἴτιος τῆς γνώσεως γεγένηται τῷ πλήθει. ὁ δὲ Ἰαλδαβαώθ, φασίν, οὐκ ἤθελεν μνησθῆναι τὴν ἄνω Μητέρα οὔτε τὸν Πατέρα τοῖς ἀνθρώποις. ἔπεισε δὲ ὁ ὄφις καὶ γνῶσιν ἤνεγκεν, ἐδίδαξέν τε τὸν ἄνθρωπον καὶ τὴν γυναῖκα τῶν ἄνω μυστηρίων τὸ πᾶν τῆς γνώσεως. διὸ ὁ πατὴρ ὀργισθείς, τουτέστιν ὁ Ἰαλδαβαώθ, δι' ἣν ὑπέδειξεν τοῖς ἀνθρώποις γνῶσιν, κατέβαλεν αὐτὸν ἀπ' οὐρανοῦ. καὶ ἔνθεν βασιλέα τὸν ὄφιν ἀπ' οὐρανοῦ λέγουσιν οἱ τὴν μερίδα τοῦ ὄφεως καὶ οὐδὲν ἕτερον κεκτημένοι. δοξάζουσιν οὖν αὐτὸν διὰ τὴν τοιαύτην, φασί, γνῶσιν καὶ ἄρτον αὐτῷ προσφέρουσιν. ἔχουσι γὰρ φύσει ὄφιν τρέφοντες ἐν κίστῃ τινί, ὃν πρὸς τὴν ὥραν τῶν αὐτῶν μυστηρίων τοῦ φωλεοῦ προφέροντες καὶ στιβάζοντες ἐπὶ