153
τραπέζης ἄρτους προσκαλοῦνται τὸν αὐτὸν ὄφιν· ἀνοιχθέντος δὲ τοῦ φωλεοῦ πρόεισι. καὶ οὕτως ἀνελθὼν κατὰ τὴν αὐτοῦ φρόνησιν ὁ ὄφις καὶ πανουργίαν, ἤδη γινώσκων τὴν αὐτῶν μωρίαν ἄνεισιν ἐπὶ τὴν τράπεζαν καὶ ἐνειλεῖται τοῖς ἄρτοις. καὶ ταύτην φασὶν εἶναι τελείαν θυσίαν. ὅθεν καί, ὡς ἀπό τινος ἀκήκοα, οὐ μόνον κλῶσι τοὺς ἄρτους ἐν οἷς ὁ αὐτὸς ὄφις εἰλήθη καὶ ἐπιδιδόασι τοῖς λαμβάνουσιν, ἀλλὰ καὶ ἕκαστος ἀσπάζεται τὸν ὄφιν ἐκ στόματος, ἤτοι γοητείᾳ τινὶ ἐπᾳσθέντος τοῦ ὄφεως εἰς ἡμερότητα ἢ ἐξ ἑτέρας 2.58 ἐνεργείας διαβόλου πρὸς ἀπάτην τούτων ὑποκοριζομένου τοῦ ζῴου. προσκυνοῦσι δὲ τὸν τοιοῦτον καὶ εὐχαριστίαν ταύτην ἐπιφημίζουσι τὴν δι' αὐτοῦ ἐνειληθέντος γεγενημένην καὶ αὖθις δι' αὐτοῦ, ὥς φασι, τῷ ἄνω Πατρὶ ὕμνον ἀναπέμποντες οὕτως τὰ μυστήρια αὐτῶν ἐπιτελοῦσι. 6. Μωρίαν δὲ εἴποι τις ἂν καὶ χλεύης ἔμπλεον τοῦτο· καὶ οὔτε ἀνατροπῆς ἀπὸ θείας γραφῆς ἐπιζητουμένης δεήσει τοῦτο, ἀλλ' αὐτὸ καθ' ἑαυτὸ τῷ τὸν νοῦν ἔχοντι ἐρρωμένον κατὰ θεὸν γελοιῶδες δειχθήσεται. εὐθὺς γὰρ πᾶσα ἡ αὐτῶν κενοφωνία ληρώδης τις εὑρεθήσεται. εἰ γὰρ Προύνικόν φασιν εἶναι, πῶς ἀπ' αὐτοῦ τοῦ ὀνόματος οὐ τὸ σαθρὸν τῆς διανοίας αὐτῶν φωραθήσεται, ὡς ἤδη προεῖπον; πᾶν γὰρ τὸ προυνικευόμενον ἄχρηστον· εἰ δὲ ἄχρηστον, οὐκ ἐν τοῖς προκριτέοις τακτέον. καὶ πῶς ἐπαινετὸν εἴη τὸ ἄχρηστον; πῶς δὲ οὐχὶ μυθῶδες τὸ λέγειν ὅτι ἡ Προύνικος τὸν Ἰαλδαβαὼθ ἐκένωσε καὶ ὁ σπινθὴρ εἰς τὰ κάτω κατῆλθεν ἀπὸ τοῦ κενωθέντος, ἐν δὲ τῷ ἀνθρώπῳ γεγονὼς ἐπέγνω τὸν ἀνώτερον τοῦ κεκενωμένου; καὶ θαῦμα μέγιστον, ὡς ὁ ἄνθρωπος, ἐν ᾧ ὁ ἐλάχιστος σπινθήρ, ἐπιγινώσκει ὑπὲρ τοὺς πεπλακότας ἀγγέλους. οἱ γὰρ πεποιηκότες τὸν ἄνθρωπον ἄγγελοι εἴτουν υἱοὶ τοῦ Ἰαλδαβαὼθ οὐκ ἐπέγνωσαν τὰ ἐπάνω τοῦ Ἰαλδαβαώθ, ὁ δὲ ὑπ' αὐτῶν γεγενημένος διὰ τοῦ σπινθῆρος ἐπέγνω. αὐτοὶ τοίνυν ἑαυτοὺς ἀνατρέπουσι διὰ τῶν ἰδίων δογμάτων, πῆ μὲν τὸν ὄφιν δοξάζοντες, πῆ δὲ ἀπατηλὸν αὐτὸν πρὸς τὴν Εὔαν γεγενημένον φάσκοντες ἐν τῷ εἰπεῖν «ἠπάτησε τὴν Εὔαν»· καὶ πῆ μὲν Χριστὸν αὐτὸν καταγγέλλουσι, πῆ δὲ υἱὸν τοῦ ἀνωτέρου Ἰαλδαβαὼθ τοῦ τοὺς υἱοὺς ἀδικήσαντος ἐν τῷ ἀποκλεῖσαι ἀπ' αὐτῶν τὴν τῶν ἄνω γνῶσιν καὶ τὴν Μητέρα ἀθετήσαντος καὶ τὸν ἄνω Πατέρα, εἰς τὸ μὴ ἐᾶν δοξάζειν τοὺς ὑπ' αὐτοῦ γεγενημένους υἱοὺς τὸν ἀνώτερον αὐτοῦ Πατέρα. πῶς οὖν βασιλεὺς ἐπουράνιος ὁ ὄφις, εἴπερ κατὰ τοῦ Πατρὸς ἐγήγερται; πῶς 2.59 δὲ εἰ τὴν γνῶσιν δίδωσιν, ἐν ἀπάτῃ καταγγέλλεται ἠπατηκέναι τὴν Εὔαν; ὁ δὲ δι' ἀπάτης γνῶσιν ἐντιθεὶς οὐκέτι γνῶσιν δίδωσιν, ἀλλὰ ἀντὶ γνώσεως ἀγνωσίαν, ὡς καὶ ἀληθῶς ἔστιν ἰδεῖν ὅτι τοῦτο ἐν αὐτοῖς τελειοῦται. ἀγνωσίαν γὰρ ἔχοντες γνῶσιν ταύτην νομίζουσιν, ἐν τούτῳ ἀληθεύοντες ἐν τῷ τὴν ἑαυτῶν γνῶσιν ἀπάτην καὶ ἀγνωσίαν λέγειν. 7. Φέρουσι δὲ καὶ ἄλλας μαρτυρίας λέγοντες ὅτι καὶ Μωυσῆς ἐν τῇ ἐρήμῳ τὸν ὄφιν τὸν χαλκοῦν ὕψωσε προστησάμενος, ἵνα ἴαμα τοῖς ὑπὸ ὄφεως δακνομένοις γένηται. εἶναι γὰρ τοῦτο τὸ εἶδος ἰατικὸν τοῦ δήγματος λέγουσι. πάλιν δὲ καθ' ἑαυτῶν ταῦτα ὁρίζονται. εἰ γὰρ ὄφεων ἦν τὰ δήγματα, βλαβερὰ δὲ ταῦτα, ἄρα ὁ ὄφις οὐκ ἀγαθός. τὸ δὲ ὑψωθὲν ὑπὸ Μωυσέως τότε διὰ τῆς θεωρίας τὴν ἴασιν ἐποιεῖτο, οὐ διὰ τὴν τοῦ ὄφεως φύσιν ἀλλὰ τὴν τοῦ θεοῦ εὐδοκίαν, δι' ὄφεως ὥσπερ ἀντίδοτον τοῖς τότε δεδηγμένοις ἐργαζομένου. οὐδὲν δὲ θαυμαστὸν εἰ δι' ὧν τις ἐβλάβη, διὰ τούτων θεραπείας ἔτυχεν· καὶ μή τις κακιζέτω τὴν τοῦ θεοῦ κτίσιν, ὡς ἄλλοι πλανώμενοι πάλιν λέγουσι. προετυποῦτο δὲ τοῦτο τοῖς ἐν τῇ ἐρήμῳ διὰ τὴν αἰτίαν, ἣν ἐλθὼν ὁ κύριος λέγει ἐν τῷ εὐαγγελίῳ ὅτι «ὡς ὕψωσε Μωυσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου», ὃ καὶ γέγονεν. δίκην γὰρ ὄφεως ἀτιμάσαντες τὸν σωτῆρα ἀπὸ ἐπιβουλῆς τῆς τοῦ ὄφεως ἠδικοῦντο, φημὶ δὲ τοῦ διαβόλου. καὶ καθάπερ ἐν τῷ