154
ὑψώματι τοῦ ὄφεως ἴασις ἐγίνετο τοῖς δεδηγμένοις, οὕτως ἐπὶ τῇ τοῦ Χριστοῦ σταυρώσει λύτρα γέγονε ταῖς ἡμῶν ψυχαῖς ἀπὸ τῶν ἐν ἡμῖν γενομένων δηγμάτων τῆς ἁμαρτίας. φέ2.60 ρουσι δὲ καὶ αὐτὸ τοῦτο τὸ ῥητὸν πρὸς μαρτυρίαν οἱ αὐτοὶ λέγοντες ὅτι «οὐχ ὁρᾷς ὡς εἶπεν ὁ σωτήρ, ὃν τρόπον ὕψωσε Μωυσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου;» καὶ διὰ τοῦτο καὶ ἐν ἄλλῳ τόπῳ, φασί, λέγει ὅτι «γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις καὶ ἀκέραιοι ὡς ἡ περιστερά». καὶ τὰ εἰς σύμβολα διδασκαλίας ἡμῖν ἐκ θεοῦ καλῶς τεταγμένα οὗτοι εἰς τὴν ἑαυτῶν ἐπίνοιαν τὴν ἠπατημένην φέρουσιν. 8. Ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς Λόγος, ὁ ἐκ πατρὸς πρὸ πάντων τῶν αἰώνων ἀνάρχως καὶ ἀχρόνως γεννηθείς, οὐκ ὄφις μὴ γένοιτο, ἀλλὰ κατὰ τοῦ ὄφεως αὐτὸς ἦλθεν. ἐὰν δὲ εἴπῃ «γίνεσθε φρόνιμοι ὡς ὁ ὄφις καὶ ἀκέραιοι ὡς ἡ περιστερά», δεῖ ἡμᾶς ἐρωτᾶν καὶ γινώσκειν διὰ τί τὰ δύο ταῦτα πρόσωπα ἡμῖν εἰς διδασκαλίαν παρεισήγαγεν, τῆς τε περιστερᾶς καὶ τοῦ ὄφεως. οὐδὲν δὲ ἐν τῷ ὄφει φρόνιμον, πλὴν τῶν δύο τούτων, ὅτι ἐν τῷ διώκεσθαι γινώσκων ὅτι ἐν τῇ κεφαλῇ αὐτοῦ ἡ πᾶσα ζωὴ αὐτοῦ τυγχάνει καὶ δεδιὼς τὴν ἀνωτέρω πρὸς αὐτὸν εἰρημένην ἀπὸ τοῦ θεοῦ διὰ τὸν ἄνθρωπον προσταγὴν ὅτι «φυλάξεις αὐτοῦ κεφαλήν, αὐτὸς δέ σου πτέρναν», ὅλον τὸ σῶμα ἐνειλήσας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κρύπτει μὲν τὸ κρανίον ἑαυτοῦ, παραδίδωσι δὲ τὸ ἄλλο σῶμα ἐν ὑπερβολῇ πανουργίας. οὕτω θέλει ἡμᾶς ὁ μονογενὴς θεὸς ὁ ἐκ πατρὸς προελθὼν ἐν καιρῷ διωγμοῦ καὶ ἐν καιρῷ πειρασμοῦ τὰ πάντα ἡμῶν παραδιδόναι μαχαίρᾳ τε καὶ πυρί, φυλάττειν δὲ ἑαυτῶν τὴν κεφαλήν, τουτέστιν Χριστὸν μὴ ἀρνεῖσθαι, ἐπειδήπερ «κεφαλὴ παντὸς ἀνθρώπου Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ θεός», 2.61 κατὰ τὸν ἀπόστολον. ἕτερον πάλιν ἔχει φρονιμότητος ὁ ὄφις, ὥς φασιν οἱ φυσιολόγοι περὶ τούτου τοῦ ζῴου. ὅταν γὰρ διψήσας ἀπὸ τοῦ φωλεοῦ προέλθοι ἐπί τι ὕδωρ ἵνα πίῃ, οὐ συμπαραλαμβάνει τὸν ἰὸν μεθ' ἑαυτοῦ, ἀλλὰ ἐν τῷ φωλεῷ καταλιμπάνει καὶ οὕτως ἐλθὼν λαμβάνει τὸ πόμα τῶν ὑδάτων. καὶ αὐτοὶ οὖν τοῦτο μιμησώμεθα, ἵνα, ὅταν ἐρχώμεθα ἐπὶ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἢ εἰς εὐχὴν ἢ εἰς τὰ τοῦ θεοῦ μυστήρια, μὴ φέρωμεν μεθ' ἑαυτῶν κακίαν ἢ ἡδονὴν ἢ ἐπιθυμίαν ἢ ἔχθραν ἤ τι ἕτερον ἐν ταῖς διανοίαις αὑτῶν. ἐπεὶ πῶς ἂν καὶ τὴν περιστερὰν μιμήσασθαι δυνηθείημεν, μὴ ἐκτὸς γενόμενοι κακίας, καίτοι γε τοῦ γένους τῆς περιστερᾶς ἐν πολλοῖς πράγμασιν οὐκ ἐπαινουμένου; ἀκόλαστον γὰρ γένος περιστερᾶς καὶ πολυμιξίας μὴ ἀνακοπτόμενον, λάγνον τε καὶ καθ' ὥραν ἡδονῇ προσανακείμενον, πρὸς δὲ τούτοις ἄτονον καὶ βληχρόν. διὰ δὲ τὸ ἄκακον καὶ μακρόθυμον καὶ ἀμνησίκακον τοῦ ζῴου, ἔτι μὴν καὶ διὰ τὸ ἐν εἴδει περιστερᾶς πεφάνθαι τὸ ἅγιον πνεῦμα, μιμήσασθαι ἡμᾶς βούλεται ὁ θεῖος λόγος τοῦ ἁγίου πνεύματος τὴν βούλησιν καὶ τῆς ἀκάκου περιστερᾶς τὴν ἀκακίαν, ὄντας μὲν ἡμᾶς φρονίμους εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. καὶ λέλυται ἡ τούτων πᾶσα δραματουργία. εὐθὺς γὰρ ὁ ἅγιος ἀπόστολος κατ' ἄλλου τινὸς τὸ πανοῦργον καὶ ἐπίβουλον οὐχ ὁρίζεται περισσοτέρως ἀλλὰ κατὰ τοῦ διαβόλου καὶ τοῦ ὄφεως, λέγων «φοβοῦμαι δὲ μή πως ὡς ὁ ὄφις ἠπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος καὶ ἁγνείας Χριστοῦ καὶ δικαιοσύνης». ὁρᾷς ὡς φθορὰν ἀπέφηνεν ὁ ἀπόστολος καὶ πανουργίαν δεινὴν καὶ ἀπάτην τὰ ὑπὸ τοῦ ὄφεως πρὸς τὴν Εὔαν πεπραγματευμένα καὶ οὐκ ἐπαινετόν τι παρὰ τοῦ αὐτοῦ γεγενημένον ὑπέδειξε. 2.62 9. Πανταχόθεν τοίνυν φωρατὴ καὶ ἔκδηλος ἡ τούτων ἄνοιά ἐστι παντὶ τῷ βουλομένῳ εἰδέναι τὴν τῆς ἀληθείας διδασκαλίαν καὶ πνεύματος ἁγίου γνῶσιν. ἵνα δὲ