156
∆αθὰν καὶ Ἀβειρὼν κρύψαντες καὶ μεταστήσαντες». πάλιν δὲ ἄλλο συνταγμάτιον ἄλλοι πλάττουσιν ἐξ ὀνόματος Παύλου τοῦ ἀποστόλου, ἀρρητουργίας ἔμπλεον, ᾧ καὶ οἱ Γνωστικοὶ λεγόμενοι χρῶνται, ὃ Ἀναβατικὸν Παύλου καλοῦσι, τὴν πρόφασιν εὑρόντες ἀπὸ τοῦ λέγειν τὸν ἀπόστολον ἀναβεβηκέναι ἕως τρίτου οὐρανοῦ καὶ ἀκηκοέναι ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. καὶ ταῦτα, φασίν, 2.65 ἐστὶ τὰ ἄρρητα ῥήματα. διδάσκουσι δὲ ταῦτα καὶ τὰ τοιαῦτα, τοὺς πονηροὺς τιμῶντες καὶ τοὺς ἀγαθοὺς ἀπαγορεύοντες. εἶναι γάρ φασιν, ὡς προεῖπον, τὸν Κάϊν τῆς ἰσχυροτέρας δυνάμεως καὶ τὸν Ἄβελ τῆς ἀσθενεστέρας. ταύτας δὲ τὰς δυνάμεις τῇ Εὔᾳ προσπλακείσας γεγεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, καὶ εἶναι τῆς μὲν τὸν Κάϊν τῆς δὲ τὸν Ἄβελ· εἶναι δὲ καὶ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἀπὸ τῶν τοιούτων δυνάμεων εἴτουν ἀγγέλων γεγεννημένους· καὶ τοὺς γεννηθέντας παῖδας, Κάϊν τέ φημι καὶ Ἄβελ, ἐρίσαι πρὸς ἀλλήλους καὶ τὸν γεγεννημένον ἀπὸ ἰσχυρᾶς δυνάμεως πεφονευκέναι τὸν ἀπὸ τῆς ἥττονος δυνάμεως καὶ ἀσθενεστέρας. 3. Τὰ δὲ αὐτὰ μυθώδη καὶ οὗτοι παραπλέκουσι τῇ περὶ τῶν αὐτῶν δηλητηρίων τῆς ἀγνωσίας δόσει, τοῖς πειθομένοις ἐπιβουλεύοντες ὅτι δεῖ πάντα ἄνθρωπον ἑαυτῷ ἑλέσθαι τὴν ἰσχυροτέραν δύναμιν καὶ τῆς ἥττονος καὶ ἀτόνου ἀποχωρίζεσθαι, τουτέστιν τῆς τὸν οὐρανὸν ποιησάσης καὶ τὴν σάρκα καὶ τὸν κόσμον, καὶ ὑπερβαίνειν εἰς τὰ ἀνώτατα διὰ τῆς τοῦ Χριστοῦ σταυρώσεως. διὰ γὰρ τοῦτο, φασίν, ἦλθεν ἄνωθεν, ἵνα ἐν αὐτῷ ἐνεργηθῇ δύναμις ἰσχυρά, κατὰ τῆς ἀσθενεστέρας δυνάμεως τὸ τρόπαιον λαβοῦσα καὶ τὸ σῶμα παραδοῦσα. καὶ οἱ μὲν αὐτῶν τοῦτο λέγουσιν, ἄλλοι δὲ ἄλλα. οἱ μὲν γὰρ λέγουσι διὰ τὸ πονηρὸν εἶναι τὸν Χριστὸν παραδοθῆναι αὐτὸν ὑπὸ τοῦ Ἰούδα, βουλόμενον διαστρέφειν τὰ κατὰ τὸν νόμον, ἐπαινοῦσι γὰρ τὸν Κάϊν καὶ τὸν Ἰούδαν, ὡς ἔφην, καὶ λέγουσι· τού2.66 του ἕνεκεν παραδέδωκεν αὐτόν, ἐπειδὴ ἠβούλετο καταλύειν τὰ καλῶς δεδιδαγμένα. ἄλλοι δὲ τῶν αὐτῶν· οὐχί, φασίν, ἀλλὰ ἀγαθὸν αὐτὸν ὄντα παρέδωκεν κατὰ τὴν ἐπουράνιον γνῶσιν. ἔγνωσαν γάρ, φασίν, οἱ ἄρχοντες ὅτι ἐὰν ὁ Χριστὸς παραδοθῇ σταυρῷ κενοῦται αὐτῶν ἡ ἀσθενὴς δύναμις. καὶ τοῦτο, φησί, γνοὺς ὁ Ἰούδας ἔσπευσεν καὶ πάντα ἐκίνησεν ὥστε παραδοῦναι αὐτόν, ἀγαθὸν ἔργον ποιήσας ἡμῖν εἰς σωτηρίαν. καὶ δεῖ ἡμᾶς ἐπαινεῖν καὶ ἀποδιδόναι αὐτῷ τὸν ἔπαινον, ὅτι δι' αὐτοῦ κατεσκευάσθη ἡμῖν ἡ τοῦ σταυροῦ σωτηρία καὶ ἡ διὰ τῆς τοιαύτης ὑποθέσεως τῶν ἄνω ἀποκάλυψις. Κατὰ πάντα δὲ τρόπον οὗτοι ἠπάτηνται, οὐκ ἀγαθόν τινα τιμῶντες ἢ ἐπαινοῦντες. δῆλον δὲ ὅτι ἐκ τοῦ διαβόλου αὐτοῖς ταῦτα ὑπέσπαρται, τὰ τῆς ἀγνοίας λέγω καὶ ἀπάτης. πληροῦται δὲ ἐπ' αὐτοῖς τὸ γεγραμμένον «οὐαὶ τοῖς λέγουσι τὸ καλὸν πονηρὸν καὶ τὸ πονηρὸν ἀγαθόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ». πάντῃ γὰρ ἐκφωνεῖ παλαιὰ καὶ καινὴ διαθήκη τοῦ Κάϊν τὴν ἀσέβειαν ἐπικηρυκευομένη. οὗτοι δὲ τοὐναντίον, τοῦ σκότους ὄντες ἐρασταὶ καὶ τῶν κακοποιῶν μιμηταί, τὸν Ἄβελ μισοῦσι, τὸν δὲ Κάϊν ἀγαπῶσι καὶ τῷ Ἰούδᾳ τὸν ἔπαινον διδόασι. φθοριμαίαν δὲ γνῶσιν σχηματίζονται, δύο τάττοντες δυνάμεις, ἀσθενεστέραν τε καὶ δυνατωτέραν, ἀντιμαχομένας δὲ πρὸς ἀλλήλας, ποιούσας δὲ ἐν τῷ κόσμῳ οὐ γνώμης ἀλλοίωσιν, ἀλλὰ τῶν γεγενημένων τοὺς μὲν κατὰ φύσιν ἀπὸ κακίας τὴν οὐσίαν ἔχειν, τοὺς δὲ ἀπὸ ἀγαθότητος. οὐδένα δὲ κατὰ γνώμην ἀγαθὸν ἢ φαῦλον εἶναι λέγουσιν, ἀλλὰ κατὰ φύσιν. 4. Καὶ πρῶτον ἴδωμεν περὶ τοῦ Κάϊν, ὡς ἡ μὲν παλαιὰ διαθήκη φησίν «ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ χειρός σου» καὶ πάλιν «ἐπικατάρατος σὺ ἐν τοῖς ἔργοις σου, καὶ ἔσῃ στένων καὶ τρέμων ἐπὶ τῆς γῆς». συνῳδὰ δὲ τῇ παλαιᾷ διαθήκῃ ὁ κύριος ἐν τῷ