157
εὐαγγελίῳ περὶ τούτου λέγει, ὅτε Ἰουδαῖοι ἔλεγον «ἡμεῖς πατέρα ἔχομεν τὸν θεόν». ὁ δὲ κύριος πρὸς αὐτοὺς ἔφη «ὑμεῖς υἱοί ἐστε τοῦ πατρὸς 2.67 ὑμῶν τοῦ διαβόλου, ὅτι ψεύστης ἐστίν, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔμεινεν· ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν». ὅθεν καὶ αἱ ἄλλαι αἱρέσεις ἀκούουσαι τὸ ῥῆμα τοῦτο πατέρα μὲν τῶν Ἰουδαίων φάσκουσιν εἶναι τὸν διάβολον, ἔχειν δὲ πατέρα ἄλλον καὶ τὸν αὐτοῦ πατέρα πάλιν πατέρα. ἀλλὰ ἀθυρογλώττως φθέγγονται, τὴν διάνοιαν τυφλώττοντες. καὶ γὰρ ἐπὶ τὸν πάντων δεσπότην, θεὸν Ἰουδαίων καὶ Χριστιανῶν καὶ πάντων, τὴν συγγένειαν ἐκείνῳ ἀνάγουσι, τοῦτον πατέρα τοῦ ἐκείνου πατρὸς εἶναι λέγοντες, τὸν νομοθετήσαντα διὰ Μωυσέως καὶ τοσαῦτα θαυμάσια πεποιηκότα. οὐκ ἔστιν δὲ τοῦτο, ὦ ἀγαπητοί. αὐτὸς γὰρ εὐθύς φησιν ὁ κύριος, ἐν ἅπασιν ἡμῶν τὴν ἐπιμέλειαν ποιούμενος, ἵνα μὴ ἐν παρεκβάσει γενώμεθα τοῦ προκειμένου ἕτερα ἀνθ' ἑτέρων σοφιζόμενοι καὶ διανοούμενοι, λέγων πατέρα αὐτῶν εἶναι τὸν διάβολον Ἰούδαν *, ὃν καὶ Σατανᾶν κέκληκεν καὶ διάβολον λέγων πρὸς τοὺς μαθητάς «οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην καὶ εἷς ἐξ ὑμῶν διάβολος;» οὐχὶ διάβολον λέγων φύσει, ἀλλὰ κατὰ τὴν γνώμην. πάλιν δὲ ἐν ἑτέρῳ τόπῳ λέγει «πάτερ κύριε οὐρανοῦ καὶ γῆς, τήρησον τούτους οὓς δέδωκάς μοι. ὅτε ἤμην μετ' αὐτῶν, ἐφύλαξα αὐτούς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας». πάλιν ἄλλοτε λέγει ὅτι «δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι κατὰ τὸ γεγραμμένον περὶ αὐτοῦ, οὐαὶ δὲ δι' οὗ παραδοθήσεται. συνέφερεν γὰρ αὐτῷ εἰ οὐκ ἐγεννήθη», καὶ τὰ ἑξῆς. ἄρα γοῦν ἐξ ἅπαντος ἔγνωμεν ὡς περὶ τοῦ Ἰούδα ἔλεγεν τοῖς Ἰουδαίοις· «ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται», καὶ ᾧ τις πείθεται, τοῦτον πατέρα ἔσχηκεν καὶ ἀρχηγὸν τῆς αὐτοῦ πειθοῦς. φησὶν οὖν ὁ κύριος «ὑμεῖς υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ», ἐπειδὴ ἀντὶ τοῦ Χριστοῦ τῷ Ἰούδᾳ ἐπείσθησαν, καθάπερ ἀπὸ θεοῦ ἐκκλίνασα ἡ Εὔα τῷ ὄφει ἐξ ἀρχῆς ἐπείσθη. ἔπειτα ὅτι καὶ ψεύστης ἦν οὐ μόνον, ἀλλὰ καὶ κλέπτης κατὰ τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον. διὸ καὶ αὐτῷ παρέδωκε τὸ 2.68 γλωσσόκομον, ἵνα ἀναπολόγητος ᾖ διὰ φιλαργυρίαν τὸν ἴδιον δεσπότην παραδοὺς εἰς χεῖρας ἀνθρώπων. τίς οὖν ὁ τούτου πατήρ, ὁ πρὸ αὐτοῦ ψεύστης ὑπάρχων, ἀλλ' ἢ ὁ Κάϊν, οὗ μιμητὴς ὁ Ἰούδας; ἐκεῖνος γάρ, ψευσάμενος τῷ ἀδελφῷ ὡς ἐν φιλαδελφίᾳ, ἠπάτησε καὶ παρέπεισεν διὰ τοῦ ψεύδους καὶ ἐξαγαγὼν αὐτὸν ἐν τῷ πεδίῳ ἐπάρας τὴν χεῖρα ἀπέκτεινεν. οὕτω καὶ ὁ Ἰούδας «τί θέλετέ μοι» φησί «δοῦναι, καὶ ἐγὼ αὐτὸν παραδώσω ὑμῖν;» καί «ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν». καὶ ἐλθὼν ὁ προδότης «χαῖρε Ῥαββί» ἔλεγε, τοῖς χείλεσι τιμῶν, καρδίαν δὲ πόρρω ἀπέχουσαν θεοῦ κεκτημένος. 5. Ἄρα γοῦν οὗτος ὁ Ἰούδας, πατὴρ αὐτῶν γενόμενος κατὰ τὴν ἀρνησιθεΐαν καὶ προδοσίαν, Σατανᾶς ὑπάρξας καὶ διάβολος οὐ τῇ φύσει, ἀλλὰ τῇ γνώμῃ, υἱὸς γεγένηται οὗτος κατὰ μίμησιν τοῦ Κάϊν τοῦ ἀνθρωποκτόνου τοῦ ψεύστου, ἐπειδὴ καὶ ὁ πατὴρ αὐτοῦ πρὸ αὐτοῦ ψεύστης ἦν, οὐχὶ ὁ Ἀδὰμ ἀλλ' ὁ διάβολος, οὗ τὴν μίμησιν ἔσχεν ἐν τῇ ἀδελφοκτονίᾳ καὶ μίσει καὶ ψεύδει καὶ πρὸς θεὸν ἀντιλογίᾳ, τῷ λέγειν, «μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; οὐκ οἶδα ποῦ ἐστιν»· οὕτω καὶ ὁ διάβολος τῷ κυρίῳ φησί «μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν θεόν;» ἐπειδὴ γὰρ αὐτὸς ὁ διάβολος τῷ ψεύδει ἀπατᾷ τὴν Εὔαν καὶ τὸν Ἀδάμ, ἕτερα ἀνθ' ἑτέρων λέγων καὶ φιλίαν προσποιητὴν ἐνδεικνύμενος, ὅτι «ἔσεσθε ὡς θεοί, καὶ οὐκ ἀποθανεῖσθε», τοῦτον μιμούμενος ὁ Κάϊν προσχήματι φιλαδελφίας ἠπάτα τὸν ἀδελφὸν λέγων «διέλθωμεν εἰς τὸ πεδίον». διὰ τοῦτο καὶ ὁ ἅγιος Ἰωάννης εἶπεν «ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, οὗτος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, ἀλλὰ ἐκ τοῦ Κάϊν ἐστίν, ὃς ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ. καὶ διὰ τί αὐτὸν ἀπέκτεινεν; ὅτι ἦν πονηρὰ τὰ ἔργα