158
αὐτοῦ καὶ ἐζήλωσε τὰ ἔργα αὐτοῦ, ὅτι ἦν καλά». οὕτω καὶ οὗτοι μᾶλλον φθονοῦντες τῷ Ἄβελ τῷ καλὰ ἔργα ἔχοντι, τὸν δὲ Κάϊν τιμῶντες, πῶς οὐκ ἐλέγχονται, διαρρήδην τοῦ σωτῆρος λέγοντος καὶ ἀπότομον ἀπόφασιν ὁρίζοντος αὐτοῖς ὅτι «ζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης πᾶν αἷμα δίκαιον ἀπὸ Ἄβελ τοῦ δικαίου τὸ ἀπ' ἀρχῆς ἐκκεχυμένον ἕως 2.69 Ζαχαρίου τοῦ προφήτου, οὗ ἀπεκτείνατε μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου» καὶ τὰ ἑξῆς; 6. Οὐκ ἄρα τοίνυν ὡς οὗτοί φασι διὰ γνῶσιν ὁ Ἰούδας παρέδωκε τὸν σωτῆρα οὐδὲ οἱ Ἰουδαῖοι μισθὸν ἔχουσι σταυρώσαντες τὸν κύριον, καίτοι γε διὰ σταυροῦ ἐχόντων ἡμῶν τὴν σωτηρίαν. οὔτε γὰρ παρέδωκεν αὐτὸν Ἰούδας, ἵνα γένηται ἡμῖν εἰς σωτηρίαν, ἀλλὰ κατὰ ἄγνοιαν καὶ ζῆλον καὶ φιλαργυρίαν ἀρνησιθεΐας. κἄν τε γὰρ εἴποι ἡ γραφὴ τὸν Χριστὸν μέλλοντα σταυρῷ παραδίδοσθαι ἢ κἂν εἴπῃ ἡ θεία γραφὴ τὰ ἐπ' ἐσχάτων τῶν ἡμερῶν δι' ἡμῶν ἐπιτελούμενα ἀτοπήματα, οὐ πάντως εὕροι ἄν τις ἡμῶν τῶν τὰ παράνομα πραττόντων ἀπολογίαν, τὴν τῆς γραφῆς μαρτυρίαν προφέρων προθεσπιζούσης ταῦτα ἔσεσθαι. οὐ γὰρ ὅτι εἶπεν ἡ γραφὴ ποιοῦμεν, ἀλλ' ὅτι ἐμέλλομεν ποιεῖν προεῖπεν ἡ γραφή, διὰ τὴν τοῦ θεοῦ πρόγνωσιν καὶ ἵνα θεὸς ἀγαθὸς ὑπάρχων, ἐπιφέρων δὲ τὴν ὀργὴν κατὰ τῶν ἁμαρτανόντων μὴ ὑποληφθῇ πάθει συνεχόμενος. ἡ γὰρ καθ' ἑκάστου τῶν ἁμαρτανόντων παρὰ θεοῦ ὀργὴ οὐκ ἀπὸ πάθους ὁρμᾶται· ἀπαθὲς γὰρ τὸ θεῖον, ἐπιφέρει δὲ τὴν ὀργὴν κατὰ ἀνθρώπων οὐ πάθει ληφθὲν ἀγανακτήσεως οὐδὲ ὀργῇ ἡττηθὲν καὶ κρατούμενον. δείκνυσι γὰρ τὸ ἀπαθὲς ὁ θεός, προειπὼν ἡμῖν τὴν ἐσομένην κρίσιν καὶ τὴν δικαίαν παρ' αὐτοῦ τιμωρίαν γινομένην, ἵνα τὸ ἀπαθὲς σημάνῃ τῆς θεότητος. προεῖπεν τοίνυν ἡ γραφὴ κατὰ πρόγνωσιν προασφαλιζομένη καὶ διδάσκουσα, ἵνα μὴ ἐμπέσωμεν εἰς ὀργὴν ἀνήκεστον θεοῦ, τὴν οὐ πάθει ὁρισθεῖσαν οὐδὲ συμβαίνουσαν ἀπὸ ἥττης, ἀλλὰ δικαιότατα τοῖς τὴν ἁμαρτίαν ἐκτελοῦσιν ἀνθρώποις προετοιμασθεῖσαν καὶ μὴ μετανοοῦσιν ἐξ ἀληθείας. 7. Οὕτω καὶ ἐπὶ τοῦ σταυροῦ, οὐχ ὅτι εἶπεν ἡ θεία γραφή, ἐσταύρωσαν Ἰουδαῖοι καὶ παρέδωκεν Ἰούδας τὸν σωτῆρα, ἀλλ' ὅτι ἔμελλεν παραδιδόναι Ἰούδας καὶ Ἰουδαῖοι σταυροῦν, τούτου ἕνεκα προεῖπεν ἡ θεία γραφὴ ἐν τῇ παλαιᾷ διαθήκῃ καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ. ὥστε οὖν οὐκ ἐν γνώσει τῆς ἐσομένης εὐεργεσίας τῷ κόσμῳ παραδέδωκε τὸν κύριον Ἰούδας, ὡς ἐκεῖνοι λέγουσιν, ἀλλ' εἰδὼς μὲν ὅτι ὁ αὐτοῦ δεσπότης ὑπῆρχεν, ἀγνοῶν δὲ ὅτι σωτηρία ἔσται τῷ 2.70 κόσμῳ. πῶς γὰρ ἂν εἴη σωτηρίας ἀνθρώπων ἐπιμελόμενος ὁ παρ' αὐτοῦ τοῦ σωτῆρος ἀκούων «ἀπωλείας υἱός» καὶ τό «συμφέρει αὐτῷ, εἰ οὐκ ἐγεννήθη» καὶ τό «ἑταῖρε, ἐφ' ὃ πάρει» καὶ τό «εἷς ἐξ ὑμῶν παραδώσει με» καὶ τό «ὁ ἐσθίων μετ' ἐμοῦ τὸν ἄρτον ἐπῇρεν κατ' ἐμοῦ πτερνισμόν» ὡς ἔχει τὸ εὐαγγέλιον ἐκ προαγούσης μαρτυρίας τοῦ ψαλτηρίου καὶ τό «οὐαὶ δι' οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται»; αὐτὸς γὰρ ὁ Ἰούδας περὶ ἑαυτοῦ τὸ πᾶν ὑπέφηνεν καὶ τὴν τῶν ἐπαινούντων αὐτὸν ἄνοιαν καὶ ἀφ' ἑαυτοῦ ἤλεγξεν, εἰ καὶ ἄκων ἀλλ' ὅμως μετὰ τὸ λαβεῖν τὸ τίμημα τὰ τριάκοντα ἀργύρια ὕστερον μεταμεληθεὶς καὶ ἀποστρέψας τὰ ἀργύρια, ὡς κακόν τι πεπραχώς, κακὸν μὲν ἑαυτῷ κακὸν δὲ καὶ τοῖς σταυρώσασιν. ὁ δὲ κύριος ἀγαθὸν δι' ἑαυτοῦ ἐπιτελῶν ἡμῖν τε καὶ τῷ κόσμῳ ἑαυτὸν παραδέδωκεν, ἵνα γένηται ἡμῖν σωτηρία. ἄρα οὖν οὐχὶ τῷ Ἰούδᾳ τῷ προδότῃ ὁμολογοῦμεν τὴν χάριν, ἀλλὰ τῷ ἐλεήμονι σωτῆρι, τῷ τὴν ψυχὴν θέντι ὑπὲρ ἡμῶν τῶν ἰδίων αὐτοῦ προβάτων, καθὼς αὐτὸς εἶπε. πῶς γὰρ ὁ νομίσας ἀγαθὸν ἐπιτελέσαι ὕστερον λέγει ὅτι «μεταμεμέλημαι παραδεδωκὼς αἷμα ἀθῷον» καὶ ἀπέστρεψε τὰ ἀργύρια, καθὼς ἦν περὶ αὐτοῦ γεγραμμένον ἐν τοῖς προφήταις «καὶ ἀπέστρεψε τοὺς τριάκοντα ἀργυροῦς, τὴν τιμὴν τοῦ τετιμημένου παρὰ τῶν υἱῶν Ἰσραήλ», καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ «εἰ