160
δύναμιν, ἣν Μητέρα φάσκουσι καὶ Θήλειαν· δοκεῖ γὰρ αὐτοῖς εἶναι καὶ μητέρας ἄνω καὶ θηλείας καὶ ἄρρενας, ὀλίγου δὲ δεῖ καὶ συγγενείας καὶ πατριαρχίας λέγειν. 2.73 ἐπεὶ οὖν κεκράτηκε, φασίν, ἡ Μήτηρ καὶ Θήλεια καλουμένη, γνοῦσα ὅτι ἀπέκτανται Ἄβελ, ἐνθυμηθεῖσα ἐποίησε γεννηθῆναι τὸν Σὴθ καὶ ἐν τούτῳ ἔθετο τὴν αὐτῆς δύναμιν, καὶ καταβαλοῦσα ἐν αὐτῷ σπέρμα τῆς ἄνωθεν δυνάμεως καὶ τὸν σπινθῆρα τὸν ἄνωθεν πεμφθέντα εἰς πρώτην καταβολὴν τοῦ σπέρματος καὶ συστάσεως. καὶ εἶναι ταύτην σύστασιν τῆς δικαιοσύνης καὶ ἐκλογὴν σπέρματος καὶ γένους, ὅπως διὰ τῆς τοιαύτης συστάσεως καὶ τούτου τοῦ σπέρματος καθαιρεθῶσιν αἱ δυνάμεις τῶν ἀγγέλων τῶν τὸν κόσμον πεποιηκότων καὶ τοὺς δύο ἀπ' ἀρχῆς ἀνθρώπους. διὰ ταύτην οὖν τὴν αἰτίαν καὶ τὸ γένος τοῦ Σὴθ ἀφορισθὲν ἐντεῦθεν κατάγεται, ἐκλογῆς ὂν καὶ διακεκριμένον τοῦ ἄλλου γένους. προβαινόντων γὰρ τῶν καιρῶν, φασί, καὶ ὁμοῦ ὄντων τῶν δύο γενῶν, τοῦ τε Κάϊν καὶ τοῦ Ἄβελ, εἰς τὸ αὐτό τε συνελθόντων διὰ κακίαν πολλὴν καὶ ὁμοῦ μιχθέντων, ἀποβλέψασα ἡ πάντων Μήτηρ καθαρὸν τὸ σπέρμα τῶν ἀνθρώπων ἠβουλήθη ἀπεργάσασθαι, ὡς προεῖπον, διὰ τὸ τὸν Ἄβελ ἀπεκτάνθαι, καὶ τοῦτον τὸν Σὴθ ἐξελέξατο καὶ καθαρὸν ἔδειξεν καὶ ἐν τούτῳ τὸ σπέρμα μόνῳ τῆς αὐτῆς δυνάμεως καὶ καθαρότητος κατέθετο, 3. Ἰδοῦσα δὲ πάλιν πολλὴν ἐπιμιξίαν καὶ ἄτακτον ὁρμὴν τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, εἰς μῖξιν τῶν δύο γενῶν ἐλθόντων, καὶ συστάσεις τινὰς γενῶν τὴν αὐτῶν ἀταξίαν ἐμποιήσασαν, πορευθεῖσα πάλιν ἡ αὐτὴ Μήτηρ τε καὶ Θήλεια κατακλυσμὸν ἤνεγκε καὶ ἀπώλεσε πᾶσαν στάσιν ἀνθρώπου παντός τε γένους ἐναντίου, ἵνα 2.74 δῆθεν τὸ καθαρὸν γένος τὸ ἀπὸ τοῦ Σὴθ καὶ δίκαιον μόνον μείνῃ ἐν κόσμῳ, εἰς σύστασιν τοῦ ἄνωθεν γένους τε καὶ σπινθῆρος τῆς δικαιοσύνης. ἔλαθον δὲ αὐτὴν πάλιν οἱ ἄγγελοι καὶ εἰσέδυσαν τὸν Χὰμ εἰς τὴν κιβωτόν, ὄντα τοῦ αὐτῶν σπέρματος. ὀκτὼ γὰρ ψυχῶν σωθεισῶν ἐν τῇ τότε λάρνακι τοῦ Νῶε ἑπτὰ μὲν εἶναι τοῦ καθαροῦ γένους φασί, τὸν δὲ ἕνα εἶναι τὸν Χὰμ τῆς ἄλλης δυνάμεως ὑπάρχοντα, ὃν εἰσδῦναι λαθόντα τὴν ἄνω Μητέρα. ὑπὸ τῶν ἀγγέλων δὲ τὸ τοιοῦτο συσκευασθὲν οὕτως ἀποτελεσθῆναι· ἐπειδὴ γάρ, φασίν, ἔγνωσαν οἱ ἄγγελοι ὅτι μέλλει πᾶν τὸ σπέρμα αὐτῶν ἀπαλείφεσθαι ἐν τῷ κατακλυσμῷ, πανουργίᾳ τινὶ τὸν προειρημένον Χὰμ εἰς διατήρησιν τοῦ ὑπ' αὐτῶν κτισθέντος γένους τῆς κακίας παρεισέβαλον. καὶ ἐκ τούτου λήθη καὶ πλάνη περὶ τοὺς ἀνθρώπους καὶ ἄτακτοι φοραὶ ἁμαρτημάτων καὶ πολυμιξία κακίας ἐν τῷ κόσμῳ γεγένηται. καὶ οὕτως ὁ κόσμος εἰς τὸ ἀρχαῖον τῆς ἀταξίας αὖθις ἀνέκαμψεν καὶ ἐνεπλήσθη κακῶν ὡς ἐξ ἀρχῆς πρὸ τοῦ κατακλυσμοῦ. ἀπὸ δὲ τοῦ Σὴθ κατὰ σπέρμα καὶ κατὰ διαδοχὴν γένους ὁ Χριστὸς ἦλθεν αὐτὸς Ἰησοῦς, οὐχὶ κατὰ γέννησιν ἀλλὰ θαυμαστῶς ἐν τῷ κόσμῳ πεφηνώς, ὅς ἐστιν αὐτὸς ὁ Σὴθ ὁ τότε καὶ Χριστὸς νῦν ἐπιφοιτήσας τῷ γένει τῶν ἀνθρώπων, ἀπὸ τῆς Μητρὸς ἄνωθεν ἀπεσταλμένος. 4. Ταῦτα πάντα οὕτω γεγενῆσθαί φασιν ἐκεῖνοι. μωρὰ δὲ καὶ ἀδρανῆ καὶ κενοφωνίας ἔμπλεα τὰ τοιαῦτα κηρύγματα, ὡς παντί τῳ δῆλόν ἐστιν. οὐ γὰρ δύο ἄνθρωποι ἐπλάσθησαν, ἀλλὰ εἷς ὁ Ἀδὰμ καὶ ἐκ τοῦ Ἀδὰμ ὅ τε Κάϊν καὶ Ἄβελ καὶ Σήθ· καὶ οὐκέτι ἐκ δύο ἀνθρώπων, ἀλλ' ἐξ ἑνὸς * ἕως τοῦ κατακλυσμοῦ, τῶν γενῶν ὅλων 2.75 ἐκ τοῦ Ἀδὰμ ἐχόντων τὰς ἑαυτῶν συστάσεις ἐν τῷ κόσμῳ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐκ τοῦ Νῶε πάλιν, τοῦ ἑνὸς ἀνθρώπου, καὶ οὐκ ἐκ διαφόρων ἀνθρώπων, ἀλλὰ ἀπὸ ἑνὸς τοῦ Νῶε τοῦ κατὰ διαδοχὴν ἐκ σπέρματος τοῦ Σὴθ πᾶν γένος τῶν ἀνθρώπων, οὐκ εἰς δύο διαιρούμενον, ἀλλὰ εἰς ἓν γένος. ἀφ' οὗπερ καὶ Νῶε καὶ ἡ αὐτοῦ γυνὴ καὶ Σήμ, Χὰμ καὶ Ἰάφεθ, οἱ τούτου παῖδες, καὶ τρεῖς γυναῖκες τῶν αὐτοῦ παίδων ἀπὸ τοῦ Σὴθ τὸ γένος κατάγουσι πάντες καὶ οὐχὶ ἀπὸ δύο ἀνθρώπων τῶν μὴ γενομένων κατὰ τὴν τούτων