161
μυθοποιίαν. 5. Βίβλους δέ τινας συγγράφοντες ἐξ ὀνόματος μεγάλων ἀνδρῶν, ἐξ ὀνόματος μὲν Σὴθ ἑπτὰ λέγουσιν εἶναι βίβλους, ἄλλας δὲ βίβλους ἑτέρας Ἀλλογενεῖς οὕτω καλοῦσιν, ἄλλην δὲ ἐξ ὀνόματος Ἀβραάμ, ἣν καὶ ἀποκάλυψιν φάσκουσιν εἶναι, πάσης κακίας ἔμπλεον, ἑτέρας δὲ ἐξ ὀνόματος τοῦ Μωυσέως καὶ ἄλλας ἄλλων. εἰς μωρίαν δὲ πολλὴν τὸν νοῦν ἑαυτῶν κατάγοντες γυναῖκά τινα Ὡραίαν λέγουσιν εἶναι τοῦ Σήθ. ὅρα δέ μοι, ἀγαπητέ, τὴν τούτων ἄνοιαν, ἵνα κατὰ πάντα τρόπον καταγνῷς τῆς αὐτῶν δραματουργίας καὶ μυθώδους ματαιοφροσύνης καὶ ἐπιπλάστου ληρολογίας. εἰσὶ μὲν γὰρ ἄλλαι τινὲς αἱρέσεις, αἵτινες δύναμίν τινα εἶναι λέγουσιν, ἣν καλοῦσιν ὀνομαστικῶς Ὡραίαν· τὴν παρ' ἄλλοις τοίνυν νομιζομένην δύναμιν Ὡραίαν τε καλουμένην οὗτοι γυναῖκα τοῦ Σὴθ λέγουσιν. ὅθεν δυνά2.76 μεθά τε ἀποδεῖξαι, ὡς ἴστε, ἀγαπητοί, καὶ φύσει ἄνθρωπον τὸν Σὴθ καὶ οὐχὶ ἄνωθέν τι παρηλλαγμένον λαβόντα, ἀδελφόν τε ὄντα φύσει τοῦ Κάϊν καὶ Ἄβελ ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς μητρός. «ἔγνω γάρ» φησίν «Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν», καὶ ἐπέθετο αὐτῷ ὄνομα Κάϊν, ὅπερ ἑρμηνεύεται κτῆσις, λέγων «ἐκτησάμην υἱὸν διὰ κυρίου θεοῦ». καὶ πάλιν κατὰ τὸν Ἄβελ «ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἄβελ». καὶ μετὰ πολλὰ μετὰ τὸ ἀποθανεῖν τὸν Ἄβελ «καὶ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σήθ», ὅπερ ἑρμηνεύεται ἀνταλλαγή· «ἀνέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν». τὸ δέ «ἐκτησάμην διὰ θεοῦ» καί «ἀνέστησέν μοι ὁ θεός» ἕνα θεὸν δείκνυσι τὸν πάντων ποιητὴν καὶ δότην τῶν γεγεννημένων. ὅτι δὲ οὗτοι ἔσχον γυναῖκας, ὅ τε Κάϊν καὶ ὁ Σήθ, δῆλον· ὁ γὰρ Ἄβελ νεώτερος ἀπεκτάνθη, μηδέπω γήμας. 6. Ὡς δὲ ἐν τοῖς Ἰωβηλαίοις εὑρίσκεται, τῇ καὶ λεπτῇ Γενέσει καλουμένῃ, καὶ τὰ ὀνόματα τῶν γυναικῶν τοῦ τε Κάϊν καὶ τοῦ Σὴθ ἡ βίβλος περιέχει, ἵνα κατὰ πάντα τρόπον οὗτοι καταισχυνθῶσιν οἱ τοὺς μύθους τῷ βίῳ ῥαψῳδήσαντες. τοῦ γὰρ Ἀδὰμ γεννήσαντος υἱοὺς καὶ θυγατέρας ἀνάγκη γέγονε κατ' ἐκεῖνο καιροῦ ἀδελφαῖς ταῖς ἰδίαις συναφθῆναι τοὺς παῖδας· οὐ γὰρ ἦν παράνομον τὸ τοιοῦτον. ἐπεὶ μηδὲν ἕτερον γένος ἦν. καὶ γὰρ καὶ αὐτὸς ὡς ἔπος εἰπεῖν ὁ Ἀδὰμ τῇ ἰδίᾳ θυγατρὶ σχεδὸν τῇ ἐκ τοῦ σώματος αὐτοῦ καὶ ὀστέων πλασθείσῃ συνήφθη, κατὰ συζυγίαν αὐτῷ ἐκ θεοῦ πεπλασμένῃ, καὶ οὐκ ἦν παράνομον. οἵ τε τούτου υἱοὶ συνήφθησαν, ὁ μὲν Κάϊν τῇ ἀδελφῇ τῇ μείζονι Σαυὴ οὕτω καλουμένῃ, ὁ δὲ Σὴθ τρίτος υἱὸς μετὰ τὸν Ἄβελ γεννηθεὶς τῇ λεγομένῃ αὐτοῦ ἀδελφῇ Ἀζουρᾷ. γεγόνασι δὲ τῷ Ἀδὰμ καὶ ἄλλοι υἱοί, ὡς ἡ λεπτὴ Γένεσις περιέχει, ἐννέα μετὰ τοὺς τρεῖς τούτους, ὡς εἶναι αὐτῷ δύο μὲν θυγατέρας, ἄρρενας δὲ 2.77 δώδεκα, ἕνα μὲν ἀποκτανθέντα, ἕνδεκα δὲ περιλειφθέντας τῷ βίῳ. ἔχεις δὲ καὶ τούτων τὴν ἔμφασιν ἐν τῇ Γενέσει τοῦ κόσμου καὶ πρώτῃ βίβλῳ παρὰ Μωυσῇ, οὕτω φασκούσῃ «καὶ ἔζησεν Ἀδὰμ ἔτη ἐννακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν». 7. Πλατυνθέντων δὲ τῶν ἀνθρώπων καὶ τῆς γενεᾶς τοῦ Ἀδὰμ ἐπεκτεινομένης ἡ ἀκρίβεια ἡ κατὰ τὸν γάμον τὸν σεμνὸν ἐπλατύνετο καθεξῆς προβαίνουσα. καὶ ἐπείπερ γεγόνασι παῖδες τῷ Ἀδὰμ καὶ παῖδες παίδων, θυγατέρες δὲ ἐκ τούτων κατὰ διαδοχὴν γένους ἐγεννήθησαν, λοιπὸν οὐκέτι τὰς ἑαυτῶν ἀδελφὰς πρὸς γάμον ἤγοντο, ἀλλὰ εἰς εὐνομίαν κατέστη καὶ πρὸ τοῦ διὰ Μωυσέως ἐγγράφου νόμου ὁ κατὰ τὸν σεμνὸν γάμον θεσμὸς καὶ ἐκ τῶν πατραδέλφων αὐτῶν τὰς γαμετὰς ἑαυτῶν ἤγοντο. καὶ οὕτως πλατυνομένων ἄρτι τῶν ἀνθρώπων συνεμίγη τὰ δύο γένη, τοῦ τε Κάϊν πρὸς τὸ γένος τοῦ Σὴθ καὶ τοῦ Σὴθ πρὸς θάτερον, καὶ τὰ ἄλλα τῶν υἱῶν τοῦ Ἀδὰμ γένη. ἐντεῦθεν