162
λοιπὸν τοῦ κατακλυσμοῦ ἄρδην τὸ πᾶν τῆς στάσεως τῶν ἀνθρώπων ἀπολέσαντος διαπεφύλακται μόνος Νῶε εὑρὼν χάριν παρὰ τῷ θεῷ, δίκαιος εὑρεθεὶς ἐν τῇ κατ' ἐκεῖνο καιροῦ γενεᾷ. λάρνακα δὲ κατὰ τὰ ἤδη πρότερον ἡμῖν εἰρημένα κατεσκεύασεν ἑαυτῷ ἐκ προστάγματος θεοῦ, ὡς ἔχουσιν αἱ ἀληθιναὶ γραφαί, ἐν ᾗ διασεσῶσθαι ἡ αὐτὴ φάσκει τῆς ἀληθείας βίβλος αὐτόν τε καὶ τὰς προειρημένας ἅμα αὐτῷ ἑπτὰ ψυχάς, φημὶ δὲ τήν τε ἰδίαν σύζυγον καὶ τοὺς τρεῖς υἱοὺς γυναῖκάς τε τούτων ὁμοίως τρεῖς. ἐκ τούτου δὲ λείψανα γεγενῆσθαι τῆς κατὰ τὸν ἄνθρωπον συστάσεως ἐν κόσμῳ πάλιν ἡ ἀλήθεια συνίστησιν. ὅθεν κατὰ γενεὰν προβαινόντων * καὶ κατὰ διαδοχὴν υἱοῦ πατέρα διαδεχομένου εἰς γενεὰς πέντε ὁ αἰὼν ἐλήλακεν. 8. Καὶ γέγονεν κατ' ἐκεῖνο καιροῦ ἡ τῆς Βαβυλῶνος κτίσις ἐν τῇ τῶν Ἀσσυρίων γῇ καὶ ὁ ὑπ' αὐτῶν οἰκοδομηθεὶς τότε πύργος. ἦσαν δὲ κατὰ τοῦτον τὸν καιρόν, ὡς ἤδη ἐν ταῖς πρότερον αἱρέσεσι διηγησάμην κατὰ τὸν εἱρμὸν τῶν ἄνω μοι γενεῶν πραγματευθεισῶν, οἱ πάντες ἑβδομήκοντα δύο ἄνδρες τὸν ἀριθμόν, ἀρχηγοί τε καὶ κεφα2.78 λαιωταί, τοῦ μὲν Χὰμ γένους τριάκοντα δύο καὶ τοῦ Ἰάφεθ δεκαπέντε, τοῦ δὲ Σὴμ εἰκοσιπέντε. καὶ οὕτως ὁ πύργος καὶ ἡ Βαβυλὼν ἐγένετο. ἐκ τούτου διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν φυλαί τε καὶ γλῶσσαι. καὶ ἐπείπερ οἱ ἑβδομήκοντα δύο οἱ τότε τὸν πύργον οἰκοδομοῦντες ταῖς γλώσσαις διεσκεδάσθησαν, συγχυθέντες καὶ ἀπὸ μιᾶς ἧς ᾔδεισαν *, ἐμπνευσθέντες ἐκ θεοῦ βουλήσεως ἄλλος ἄλλην ἐσχήκασιν. ἐξ ὧνπερ καὶ μέχρι δεῦρο ἡ σύστασις τῶν λαλιῶν ἐνέστηκεν, ὥστε τῷ βουλομένῳ ἔνεστιν εὑρεῖν ἕκαστον ἀρχηγὸν ἑκάστης γλώσσης, ὡς Ἰωυνὰν μὲν τὴν Ἑλληνίδα ἔσχεν, ἐξ οὗπερ καὶ Ἴωνες κέκληνται, οἱ τὴν παλαιὰν γλῶσσαν τῶν Ἑλλήνων ἔχοντες, Θήρας δὲ τὴν τῶν Θρᾳκῶν, Μοσὸχ τὴν Μοσσυνοίκων γλῶσσαν, Θοβὲλ τὴν τῶν Θετταλῶν, Λοὺδ τὴν Λυδῶν, Γεφὰρ τὴν Γασφηνῶν, Μιστρὲμ τὴν τῶν Αἰγυπτίων, Ψοὺς τὴν τῶν Ἀξωμιτῶν, Ἀρμὼττὴν τῶν Ἀράβων, καὶ τῶν λοιπῶν ἕκαστος, ἵνα μὴ καθ' ἕνα λέγω, ἰδίαν ἐνεπνεύσθη γλῶσσαν. καὶ οὕτως ἑκάστης γλώσσης ἡ διαδοχὴ ἐν τῷ κόσμῳ πεπλάτυνται. 9. Πόθεν τοίνυν οὗτοι ἐψευδηγόρησαν αὐτῶν τὰ ῥήματα, παρενθέντες τὴν ἑαυτῶν μυθοποιίαν, φανταζόμενοι καὶ ὀνειροπολοῦντες τὰ μὴ ὄντα ὡς ὄντα καὶ τὰ ὄντα τῆς ἑαυτῶν διανοίας διασκεδαννύντες; ἀλλὰ τὸ πᾶν τοῦ διαβόλου βούλημα ὃ ἐνεκίσσησε ταῖς τῶν ἀνθρώπων ψυχαῖς. ἔστιν δὲ ἰδεῖν καὶ θαυμάσαι ὡς ἐν πολλοῖς μὲν ἀτοπήμασι τὸν ἄνθρωπον ἠπάτησε καὶ εἰς παρανομίαν κατέσπασεν, εἴς τε πορ2.79 νείας καὶ μοιχείας καὶ ἀσελγείας, εἰδωλομανίας τε καὶ γοητείας καὶ αἱματεκχυσίας, ἁρπαγάς τε καὶ ἀπληστίας, κυβείας τε καὶ ἀδηφαγίας καὶ ὅσα τοιαῦτα, οὐδαμοῦ δὲ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐτόλμησεν εἰς τὸν ἑαυτοῦ δεσπότην φθέγξασθαι βλάσφημόν τινα λόγον ἢ ἄνταρσιν ἐννοῆσαι. ἀνέμενεν γὰρ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὡς λέγει «περὶ σοῦ γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσί σε». ἤκουεν γὰρ ἀεὶ τῶν προφητῶν καταγγελλόντων τὴν τοῦ Χριστοῦ παρουσίαν, λύτρωσιν τε ἐσομένην τῶν ἁμαρτησάντων καὶ διὰ Χριστοῦ μετανοούντων, ἐνόμιζέν τε τεύξασθαί τινος ἐλέους. ὅτε δὲ εἶδεν ὁ τάλας τὸν Χριστὸν μὴ δεξάμενον αὐτοῦ τὴν περὶ σωτηρίας ἐπιστροφήν, ἀνοίξας τὸ στόμα κατὰ τοῦ ἰδίου δεσπότου τὴν βλασφημίαν ἐξήμεσε, τοῖς ἀνθρώποις ὑπόνοιαν ἐμβαλὼν ἀρνεῖσθαι μὲν τὸν ὄντα, τὸν δὲ μὴ ὄντα ζητεῖν. οὕτως τοίνυν καὶ οὗτοι ἐλεγχθήσονται κατὰ πάντα τρόπον ἠπατημένοι. ὁ γὰρ Σὴθ τέθνηκε καὶ τὰ ἔτη αὐτοῦ ἀναγέγραπται. βιώσας γὰρ ἔτη ἐννακόσια δεκαδύο τὸ χρεὼν ἀπέδωκε, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὥς φησιν ἡ θεία γραφή. κατὰ διαδοχὴν δὲ ὁ τούτου παῖς, Ἐνὼς δὲ ἦν τούτῳ ὄνομα, καὶ αὐτὸς βιώσας ἔτη ἐννακόσια πέντε ὑπήλλαξε τὸν καθ'