164
φέρων ἑαυτῷ ταύτην τὴν ἰοβολίαν κρύβδην καὶ παρὰ πᾶσιν ἀγνοούμενος, ἕως ὅτε εἰς ἔσχατον ἀφ' ὧν εἰς ὦτά τινων ἐψιθύρισε ῥημάτων ἐλεγχθεὶς τοιοῦτος ὑφ' ἡμῶν ἀνεθεματίσθη καὶ ἐλήλεγκται διὰ τῆς ἡμῶν βραχύτητος. καὶ ἐκάθισεν ἐν τῷ σπηλαίῳ λοιπόν, βδελυχθεὶς ὑπὸ πάντων καὶ μονωθεὶς ἀπὸ τῆς ἀδελφότητος καὶ ἀπὸ πλείστων τῶν τῆς ζωῆς ἑαυτῶν ἐπιμελομένων. πρὸς τοῦτον τὸν γέροντα καταχθεὶς ὁ προειρημένος Εὔτακτος, εἴ γε Εὔτακτος, ἀπὸ τῆς Αἰγύπτου διερχόμενος καὶ μεταλαβὼν τῆς τοῦ γέροντος κακοδιδασκαλίας, ὡς μεγάλην ἐμπορίαν τὸ δηλητήριον τοῦτο 2.82 λαβὼν εἰς τὴν ἑαυτοῦ πατρίδα ἀπεκόμισεν· ἦν γὰρ ἀπὸ τῆς μικρᾶς Ἀρμενίας ὡς ἔφην ὁρμώμενος, τῶν Σατάλης πλησίον τόπων. ἐπανελθὼν γοῦν εἰς τὴν ἑαυτοῦ πατρίδα πολλοὺς ἔχρανε τῆς αὐτῆς μικρᾶς Ἀρμενίας, προσφθαρείς τισι πλουσίοις συγκλητικῇ τέ τινι καὶ ἄλλοις περιβλέπτοις, δι' ὧν διαφανῶν ἀνδρῶν πολλοὺς ἐκεῖσε ἀπώλεσε. τάχιον δὲ αὐτὸν ὁ κύριος τοῦ βίου ἐξήλειψεν, πλὴν ὅτι ἔσπειρε τὸ ἑαυτοῦ ζιζάνιον. 2. Καὶ οὗτοι δὲ ὁμοίως βίβλους ἑαυτοῖς ἐπλαστογράφησάν τινας ἀποκρύφους, ὧν τὰ ὀνόματά ἐστι ταῦτα· τὸ μὲν γὰρ Συμφωνίαν μικρὰν δῆθεν βιβλίον καλοῦσι, τὸ δὲ μεγάλην Συμφωνίαν. ἀλλὰ καὶ ἄλλα τινὰ βιβλία ἑαυτοῖς ἐπισωρεύουσιν * οἷς ἐὰν συντύχωσιν, ἵνα δόξωσι τὴν ἑαυτῶν πλάνην διὰ πολλῶν βεβαιοῦν, ἐπισυνεισφέρεσθαι. ἤδη δὲ καὶ τοῖς Ἀλλογενέσι καλουμένοις κέχρηνται· βίβλοι γάρ εἰσιν οὕτω καλούμεναι. λαμβάνουσι δὲ λαβὰς ἀπὸ τοῦ Ἀναβατικοῦ Ἠσαΐα, ἔτι δὲ καὶ ἄλλων τινῶν ἀποκρύφων. τὸ δὲ πᾶν ἐκ τοῦ Συμφωνία καλουμένου βιβλίου *, ἐν ᾧ ὀγδοάδα τινὰ λέγουσιν εἶναι οὐρανῶν καὶ ἑβδομάδα, εἶναι δὲ καθ' ἕκαστον οὐρανὸν ἄρχοντας· καὶ τοὺς μὲν εἶναι εἰς τοὺς ἑπτὰ οὐρανούς, καθ' ἕνα οὐρανὸν ἕνα ἄρχοντα, τάξεις δὲ εἶναι ἑκάστῳ ἄρχοντι, καὶ τὴν Μητέρα τὴν φωτεινὴν ἀνωτάτω ἐν τῷ ὀγδόῳ εἶναι, καθάπερ αἱ ἄλλαι αἱρέσεις. καὶ τινὲς μὲν αὐτῶν κατὰ τὰ σώματα κεχραμμένοι ἀσελγείᾳ τυγχάνουσιν, ἄλλοι δὲ δῆθεν προσποιητὴν νηστείαν ὑποκρίνονται ἀπατῶσί τε τοὺς ἀφελεστέρους ἀνθρώπους, προσχήματι μοναζόντων ἀποταξίαν τινὰ σεμνυνόμενοι. φασὶ δὲ εἶναι καθ' ἕκαστον οὐρανόν, ὡς προεῖπον, ἀρχὴν καὶ ἐξουσίαν καὶ ἀγγελικάς τινας ὑπηρεσίας, ἑκάστου ἄρχοντος ἑαυτῷ γεγεννηκότος καὶ πεποιηκότος ὑπηρεσίαν· μὴ εἶναι δὲ σαρκὸς ἀνάστασιν, ἀλλὰ μόνον ψυχῆς. ἀναθεματίζουσίν τε τὸ λουτρόν, κἄν τε εἶέν τινες ἐν αὐτοῖς προειλημμένοι καὶ βεβαπτισμένοι. τήν τε τῶν μυστηρίων μετοχὴν καὶ ἀγαθότητα ἀθετοῦσιν ὡς ἀλλοτρίαν οὖσαν καὶ εἰς 2.83 ὄνομα Σαβαὼθ γεγενημένην· αὐτὸν γὰρ θέλουσιν εἶναι κατά τινας τῶν ἄλλων αἱρέσεων ἐν τῷ ἑβδόμῳ οὐρανῷ τυραννοῦντα καὶ κατὰ τῶν ἄλλων κατισχύοντα. βρῶμα δὲ λέγουσιν εἶναι ἀρχῶν καὶ ἐξουσιῶν τὴν ψυχήν, ἄνευ δὲ αὐτῆς μὴ δύνασθαι αὐτοὺς ζῆν, διὰ τὸ ἀπὸ τῆς ἄνωθεν ἰκμάδος αὐτὴν εἶναι καὶ δύναμιν αὐτοῖς παρέχειν. ἐν γνώσει δὲ ταύτην γενομένην καὶ φυγοῦσαν τὸ βάπτισμα τῆς ἐκκλησίας καὶ τὸ ὄνομα τοῦ Σαβαὼθ τοῦ τὸν νόμον δεδωκότος ἀνιέναι καθ' ἕκαστον οὐρανὸν καὶ ἀπολογίαν διδόναι ἑκάστῃ ἐξουσίᾳ καὶ οὕτως ὑπερβαίνειν πρὸς τὴν ἀνωτέραν Μητέρα καὶ Πατέρα τῶν ὅλων, ὅθεν δὴ κατῆλθεν εἰς τόνδε τὸν κόσμον. ἤδη δὲ εἶπον ὡς ἀναθεματίζουσι τὸ βάπτισμα, ὡς «μυῖαι θανατοῦσαι σαπριοῦσαι σκευασίαν ἐλαίου ἡδύσματος», ὡς ἐπὶ τούτων καὶ τῶν ὁμοίων αὐτοῖς ἡ παραβολὴ τῷ Ἐκκλησιαστῇ εἴρηται. μυῖαι γάρ εἰσιν ὡς ἀληθῶς θανατοῦσαι καὶ θάνατον ἐμποιοῦσαι καὶ σαπρίζουσαι τὸ μυρεψικὸν ἔλαιον τοῦ ἡδύσματος, τὰ ἅγια τοῦ θεοῦ μυστήρια τὰ ἐν τῷ λουτρῷ ἡμῖν εἰς ἄφεσιν ἁμαρτιῶν κεχαρισμένα. 3. Θαυμάσειε δ' ἄν τις εὑρὼν καὶ παρὰ τοῖς φυσιολόγοις τινὰ ὠφελείας ἔμπλεα, ἀπεικασθεὶς τῇ τῆς μελίττης συνέσει, τῆς ἐφ' ἅπαντα μὲν τὰ βλαστήματα ἐφιζανούσης, τὰ χρήσιμα δὲ ἑαυτῇ ἐπισυναγούσης. ὁ γὰρ συνετὸς ἄνθρωπος οὐδαμόθεν ζημιοῦται,