165
ἀλλ' ἢ πανταχόθεν κερδαίνει, ἀσύνετος δὲ ζημιωθήσεται, ὡς καὶ ὁ ἅγιος προφήτης λέγει «τίς συνετὸς καὶ συνήσει ταῦτα; καὶ ᾧ λόγος κυρίου ἐστί, καὶ γνώσεται αὐτά, ὅτι εὐθεῖαι αἱ ὁδοὶ κυρίου, ἀσεβεῖς δὲ ἀσθενήσουσιν ἐν αὐταῖς;» εὕρομεν γὰρ καὶ παρὰ τοῖς καλουμένοις φυσιολόγοις, μᾶλλον δὲ ἡμεῖς αὐτοὶ ὁρῶμεν, ὡς τὸ τῶν κανθάρων γένος τὸ παρά τισι βυλάρων καλούμενον, συνήθειαν ἔχει ἐν τῇ δυσωδίᾳ καὶ κόπρῳ ἀνακυλίεσθαι· καὶ αὕτη αὐτοῖς τροφή τε καὶ ἐργασία, ἄλλοις δὲ τὴν αὐτὴν τούτων βορβορώδη τροφὴν εἰς μὲν ἐπάχθειαν καὶ δυσοδμίαν *. καὶ μελίσσαις μὲν αὕτη ἡ κόπρος καὶ δυσωδία θάνατος, βυλάροις δέ ἐστιν ἐργασία καὶ τροφὴ καὶ πραγματεία. ταῖς δὲ μελίσσαις τοὐναντίον ἡ εὐοδμία καὶ τὰ ἄνθη καὶ τὰ μύρα εἰς ἀναψυχήν, κτῆσιν 2.84 τε καὶ ἐδωδήν, εἰς ἐργασίαν τε καὶ πραγματείαν, τοῖς δὲ κανθάροις τοῖς προειρημένοις εἴτ' οὖν βυλάροις ἐναντία τὰ τοιαῦτα. ὁ γὰρ βουλόμενος τούτους δοκιμάσαι, ὥς φασιν οἱ φυσιολόγοι, ἀπὸ μύρου φημὶ δὲ ὀποβαλσάμου ἢ νάρδου λαβὼν καὶ προσενέγκας τοῖς κανθάροις θάνατον αὐτοῖς ἐμποιεῖ· εὐθὺς γὰρ τελευτῶσι, μὴ φέροντες τὴν εὐωδίαν. οὕτω καὶ οὗτοι τῆς μὲν λαγνείας καὶ πορνείας καὶ κακίας ὀρεγόμενοι εἰς τὰ πονηρὰ ἔχουσι τὴν ἑαυτῶν ἐλπίδα, πλησιάσαντες δὲ τῷ ἁγίῳ λουτρῷ καὶ τῇ εὐοδμίᾳ ἀποθνῄσκουσιν, εἰς τὸν θεὸν βλασφημοῦντες καὶ τὴν αὐτοῦ κυριότητα ἀθετοῦντες. 4. Ἐκ μιᾶς δὲ ἢ δύο μαρτυριῶν αὐτοὺς ἀνατρέψομεν. εἰ γὰρ καὶ ἀρχαὶ καὶ ἐξουσίαι εἰσὶ καλούμεναι, οὐκ ἐκτὸς θεοῦ αὗται γεγόνασι, μάλιστα ἐν τοῖς οὐρανοῖς. οἶδεν γὰρ ἡ γραφὴ λέγειν ἀγγέλους καὶ ἀρχαγγέλους, οὐκ εἰς ἐναντιότητα τεταγμένους, ἀλλὰ «λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν». καὶ γὰρ καὶ ἐπὶ τῆς γῆς καθ' ἑκάστην βασιλείαν πολλαὶ ἀρχαί, ἀλλὰ ὑπὸ ἕνα βασιλέα. «αἱ γὰρ οὖσαι ἐξουσίαι ἐκ θεοῦ τεταγμέναι εἰσίν», ὡς λέγει ὁ ἀπόστολος· «ὥστε οὖν ὁ ἀνθιστάμενος τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν. οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ κατὰ τοῦ ἀγαθοῦ, ἀλλὰ ὑπὲρ τοῦ ἀγαθοῦ, καὶ οὐκ εἰσὶ κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. θέλεις δέ, φησί, τὴν ἐξουσίαν μὴ φοβεῖσθαι; τὸ καλὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· διάκονος γάρ ἐστιν εἰς αὐτὸ τοῦτο ἐκ θεοῦ τεταγμένος τῷ τὸ κακὸν πράττοντι». καὶ ὁρᾷς ὡς ἡ ἐξουσία αὕτη ἡ κοσμικὴ ἐκ θεοῦ τέτακται, καὶ μαχαίρας ἔλαβε τὴν ἐξουσίαν· οὐκ ἀλλαχόθεν δέ ποθεν, ἀλλὰ ἐκ θεοῦ εἰς ἐκδίκησιν. καὶ οὐ δυνάμεθα λέγειν διὰ τὸ εἶναι ἀρχὰς καὶ ἐξουσίας ἐν κόσμῳ τὸν βασιλέα τούτων μὴ εἶναι βασιλέα, ἀλλὰ εἶναι μὲν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, εἶναι δὲ καὶ τὸν τούτων βασιλέα. ὡς οὖν ἐπὶ γῆς ὁρῶμεν δέδεικται γάρ οὐκ ἐναντίας τὰς ἀρχὰς τῷ βασιλεῖ, ἀλλ' ὑποτεταγμένας εἰς 2.85 διοίκησιν παντὸς τοῦ βασιλείου καὶ εἰς εὐταξίαν γῆς, ἔνθα φόνοι καὶ μάχαι, ἄγνοιαί τε καὶ διδασκαλίαι, εὐνομίαι τε καὶ παρανομίαι, καὶ τούτου χάριν εἰσὶν ἐξουσίαι, ἵνα εἰς εὔτακτον σύνταξιν τῆς τοῦ παντὸς κόσμου διοικήσεως τὰ πάντα ἐκ θεοῦ καλῶς καταταχθῇ καὶ οἰκονομηθῇ, -οὕτω καὶ ἐν οὐρανῷ, μάλιστα δὲ ἐξαιρέτως ἐκεῖ, ἔνθα οὐ φθόνος οὐ ζῆλος οὐ παρανομία οὐκ ἐναντιότης οὐ στάσις οὐχ ὅρκος οὐχ ἁρπαγὴ οὐδέ τι ἕτερον τῶν τοιούτων, ἐξουσίαι τεταγμέναι εἰσὶ δι' ἄλλην πραγματείαν. ποίαν δέ φημι, ἀλλ' ἢ διὰ τὸν ῥυθμὸν τοῦ ὕμνου, διὰ τὴν ἄνω ἀκήρατον δοξολογίαν, δι' ἣν ἠθέλησεν ὁ ἄφθονος ἡμῶν θεὸς καὶ βασιλεὺς χαρίσασθαι ἑκάστῳ τῶν ὑπ' αὐτοῦ γεγενημένων δόξαν προσήκουσαν, ἵνα τῆς αὐτοῦ βασιλείας τὸ φαιδρὸν καὶ ἀκατάληπτον καὶ ἔκπληκτον ἀεὶ δοξάζηται. σαφῶς τοίνυν ἐκεῖνοι πεπλάνηνται, τὴν χάριν τοῦ θεοῦ ἀγνοήσαντες. 5. Φασὶ δὲ οὗτοι, ὡς καὶ ἄνω μοι προδεδήλωται, τὸν διάβολον εἶναι υἱὸν τῆς ἑβδόμης ἐξουσίας τουτέστι τοῦ Σαβαώθ. εἶναι δὲ τὸν Σαβαὼθ θεὸν τῶν Ἰουδαίων, τὸν δὲ διάβολον πονηρὸν αὐτοῦ υἱόν, ὄντα δὲ ἐπὶ τῆς γῆς ἐναντιοῦσθαι τῷ ἰδίῳ πατρί. καὶ