166
τὸν αὐτοῦ πατέρα μήτε τοιοῦτον εἶναι μήτε πάλιν εἶναι τὸν ἀκατάληπτον θεόν, ὃν Πατέρα φασίν, ἀλλὰ ἀριστερᾶς εἶναι ἐξουσίας. ἕτερον δὲ πάλιν μῦθον λέγουσιν οἱ τοιοῦτοι, ὅτι, φησίν, ὁ διάβολος ἐλθὼν πρὸς τὴν Εὔαν συνήφθη αὐτῇ ὡς ἀνὴρ γυναικὶ καὶ ἐγέννησεν ἐξ αὐτῆς τόν τε Κάϊν καὶ τὸν Ἄβελ. διὸ ἐπανέστη ὁ εἷς τῷ ἑνί, διὰ ζῆλον ὃν εἶχον πρὸς ἀλλήλους, οὐχὶ διὰ τό πως εὐηρεστηκέναι τὸν Ἄβελ θεῷ, ὡς ἔχει ἡ ἀλήθεια, ἀλλὰ ἕτερον πλαζόμενοι λόγον λέγουσιν· ἐπειδή, φησίν, ἐρῶντες ἦσαν ἀμφότεροι τῆς ἀδελφῆς τῆς ἰδίας αὐτῶν, τούτου χάριν ἐπανέστη ὁ Κάϊν τῷ Ἄβελ καὶ ἀπέκτεινεν αὐτόν. φύσει γὰρ αὐτούς φασιν ἐκ τοῦ σπέρματος τοῦ διαβόλου ὡς προεῖπον γεγενῆσθαι. φέρουσι δὲ μαρτυρίας, ὅταν θελήσωσιν ἀπατᾶν τινας, ἀπὸ τῶν θείων βιβλίων, ὡς καὶ ἐν ἄλλῃ μοι αἱρέσει τοῦτο εἴρηται, ὅτι ὁ σωτὴρ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν «ὑμεῖς ἐκ τοῦ Σατανᾶ ἐστε» καὶ «ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν»· ἵνα δῆθεν εἴπωσι ἐκ τοῦ διαβόλου εἶναι τὸν Κάϊν, 2.86 ἐπειδὴ εἴρηκεν ὅτι ἀπ' ἀρχῆς ἀνθρωποκτόνος ἦν καὶ *, ἵνα δείξῃ πατέρα μὲν αὐτοῦ εἶναι τὸν διάβολον, τοῦ δὲ διαβόλου εἶναι πατέρα τὸν ἄρχοντα τὸν ψεύστην, ὃν βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφαλῆς φασιν αὐτὸν εἶναι τὸν Σαβαὼθ οἱ ἀνόητοι, νομίζοντες ὄνομα εἶναι τοῦ θεοῦ τινὸς τὸ Σαβαώθ, ὡς ἤδη καὶ ἐν ταῖς πρότερον αἱρέσεσι διὰ πλάτους ἡμῖν πεπραγμάτευται περὶ ἑρμηνείας τοῦ Σαβαὼθ καὶ ἄλλων ὀνομασιῶν, τοῦ τε Ἠλὶ καὶ τοῦ Ἐλωείμ, τοῦ τε Ἢλ καὶτοῦ Σαδδαῒ τοῦ τε Ἐλλιὼν τοῦ τε Ῥαββωνὶ τοῦ τε Ἰὰ τοῦ τε Ἀδναῒ τοῦ τε Ἰαβέ, ὡς ὀνομασίαι εἰσὶ δοξολογιῶν ἅπασαι ἑρμηνευόμεναι καὶ οὐκ ὀνόματά ἐστι θετὰ ὡς εἰπεῖν τῇ θεότητι, ἅτινα καὶ ἐνταυθοῖ σπουδασθήσονται ἑρμηνευθέντα κεῖσθαι· τὸ Ἢλ θεός, τὸ Ἐλωεὶμ θεὸς ἀεί, τὸ Ἠλὶ θεός μου, τὸ Σαδδαῒ ὁ ἱκανός, τὸ Ῥαββωνὶὁ κύριος, τὸ Ἰὰ κύριος, τὸ Ἀδωναῒ ὁ ὢν κύριος, τὸ Ἰαβὲ ὃς ἦν καὶἔστιν ὁ ἀεὶ ὤν, ὡς ἑρμηνεύει τῷ Μωυσῇ «ὁ ὢν ἀπέσταλκέ με, ἐρεῖς πρὸς αὐτούς», καὶ τὸ Ἐλλιὼν ὕψιστος, καὶ τὸ Σαβαὼθ δυνάμεων ἑρμηνεύεται. κύριος οὖν Σαβαὼθ κύριος τῶν δυνάμεων. πάντῃ γὰρ κύριος πρόσκειται ὅπου τοῦ Σαβαὼθ ὄνομα λέγει ἡ γραφή· ἡ γὰρ γραφὴ οὐ μόνον ἐκφωνεῖ λέγουσα· «εἶπέ μοι Σαβαὼθ ἢ ἐλάλησε Σαβαώθ», ἀλλὰ εὐθὺς λέγει κύριος Σαβαώθ. οὕτως γὰρ ἡ Ἑβραῒς φάσκει «Ἀδωναῒ Σαβαώθ», ὅπερ ἑρμηνεύεται κύριος τῶν δυνάμεων. 6. Καὶ μάτην παρ' αὐτοῖς τε καὶ τοῖς ὁμοίοις κατὰ τὴν τύφλωσιν τῆς διανοίας αὐτῶν τὰ καλῶς εἰρημένα συκοφαντεῖται. οὔτε γὰρ περὶ διαβόλου τῷ σωτῆρι ἐν τῷ πρὸς Ἰουδαίους λόγῳ εἴρηται, ὡς παντί τῳ σαφὲς εὑρίσκεται τῷ τῇ ἀληθείᾳ ἀκολουθοῦντι, ἀλλὰ διὰ τὸν Ἰούδαν αὐτοῖς ἔλεγε τὸ ῥῆμα. οὐκ ἦσαν γὰρ τέκνα τοῦ Ἀβραάμ, τοῦ αὐτὸν ὑποδεξαμένου ὑπὸ τὴν δρῦν τῆς Μαμβρῆ πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας, ἀλλὰ υἱοὺς ἑαυτοὺς κατεδίκασαν γενέσθαι τῆς τοῦ Ἰούδα προδοσίας, τοῦ ὑπὸ τοῦ κυρίου σατανᾶ καὶ διαβόλου 2.87 ὠνομασμένου, ὡς λέγει «οὐχὶ δώδεκα ὑμᾶς ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν ἐστιν διάβολος;» καὶ τούτου ἕνεκα τὰ τῆς αὐτοῦ κακοτροπίας ὁ κύριος ἑρμηνεύων ἔλεγεν ὅτι «ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ», ὡς καὶ ἀλλαχοῦ τὸ εὐαγγέλιον λέγει ὅτι «κλέπτης ἦν καὶ τὸ γλωσσόκομον αὐτὸς ἐβάσταζεν». οὗτος οὖν ὁ διάβολος κληθεὶς Ἰούδας πατέρα ἔσχε τὸν Κάϊν, διὰ ψεύδους ἀπατήσαντα τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ καὶ ἀποκτείναντα, ὡς καὶ ἐρωτώμενος ὑπὸ τοῦ κυρίου «ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ψευδόμενος ἔλεγεν «οὐκ οἶδα». εἰκότως οὖν καὶ οὗτος τὸν φύσει διάβολον μιμησάμενος τοῖς τρόποις υἱὸς αὐτοῦ κατ' ἀξίαν ἀνηγόρευται ὑπὸ τοῦ σωτῆρος. «ᾧ γὰρ ἥττηταί τις, τούτῳ καὶ δεδούλωται,» καὶ ἡμῶν δὲ ἕκαστος ὁτιοῦν ἂν ἐπιτελέσῃ, τοὺς τοῦτο προτετελεκότας πατέρας ἕξει μιμησάμενος. σαφῶς τοίνυν ἐφράσθη ἡ παρὰ τοῦ κυρίου λεχθεῖσα ῥῆσις ὅτι «ὑμεῖς τέκνα ἐστὲ τοῦ