167
διαβόλου» καὶ πάλιν «ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἐστίν», ἵνα εἴπῃ Ἰούδαν καὶ Κάϊν· εἶτα «καὶ γὰρ ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν», ἵνα εἴπῃ αὐτὸν τὸν διάβολον, διὰ τὰ ὁμοίως πεπραγματευμένα ἑκάστῳ τούτων. ἐμπνεύσας γὰρ ἐν στόματι τοῦ ὄφεως ψευδῆ πάντα λελάληκεν ὁ διάβολος καὶ οὕτως τότε ἐξηπάτησε τὴν Εὔαν. καὶ ἀνῄρηται παρὰ τούτοις ἡ πεπλανημένη μυθοποιία, κἂν λέγῃ ἡ γραφή «ὡς ὁ Κάϊν ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ, ὅτι ἐκ τοῦ διαβόλου ἦν». ἐδείχθη γὰρ παντάπασιν, ὅτι οὐχὶ διὰ τὸ τὴν Εὔαν, ἐκ τοῦ σπέρματος τοῦ διαβόλου συλλαβοῦσαν ὡς κατὰ συζυγίαν γάμου καὶ συνάφειαν σωμάτων, γεγεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, ὡς τούτοις ἔδοξεν, ἀλλὰ διὰ τὸ ὁμότροπον καὶ μίμημα τῆς τοῦ διαβόλου κακοτροπίας υἱὸς αὐτοῦ ἤκουσε. 7. Πάλιν δὲ λέγουσιν οἱ αὐτοὶ τὸν Ἀδὰμ συναφθέντα τῇ Εὔᾳ τῇ ἰδίᾳ γαμετῇ γεγεννηκέναι τὸν Σήθ, φύσει ἴδιον αὐτοῦ υἱόν. καὶ τότε φασὶ τὴν ἄνω δύναμιν σὺν τοῖς ὑπουργοῖς τοῦ ἀγαθοῦ θεοῦ ἀγγέλοις καταβεβηκέναι καὶ ἡρπακέναι αὐτὸν τὸν Σήθ, ὃν καὶ Ἀλλογενῆ καλοῦσι, καὶ ἀνενηνοχέναι ἄνω που καὶ ἀναθρέψαι χρόνῳ 2.88 ἱκανῷ, ἵνα μὴ ἀποκτανθῇ, καὶ μετὰ χρόνον πολὺν πάλιν κατενηνοχέναι εἰς τόνδε τὸν κόσμον καὶ πνευματικὸν ἀπεργάσασθαι αὐτὸν καὶ † σωματικόν, εἰς τὸ μὴ κατισχύειν τόν τε δημιουργὸν κατ' αὐτοῦ καὶ τὰς ἄλλας ἐξουσίας καὶ ἀρχὰς τοῦ κοσμοποιοῦ θεοῦ. μηκέτι δὲ αὐτόν φασι λελατρευκέναι τῷ τε ποιητῇ καὶ δημιουργῷ, ἐπεγνωκέναι δὲ τὴν ἀκατονόμαστον δύναμιν καὶ τὸν ἄνω ἀγαθὸν θεόν, τούτῳ τε λελατρευκέναι καὶ κατὰ τοῦ ποιητοῦ τοῦ κόσμου καὶ ἀρχῶν καὶ ἐξουσιῶν πολλὰ ἀποκεκαλυφέναι. † ᾧ δὴ καὶ βίβλους τινὰς ἐξετύπωσαν εἰς ὄνομα αὐτοῦ τοῦ Σὴθ γεγραμμένας, παρ' αὐτοῦ αὐτὰς δεδόσθαι λέγοντες, ἄλλας δὲ εἰς ὄνομα αὐτοῦ καὶ τῶν ἑπτὰ υἱῶν αὐτοῦ. φασὶ γὰρ αὐτὸν ἑπτὰ γεγεννηκέναι υἱοὺς Ἀλλογενεῖς καλουμένους, ὡς καὶ ἐν ἄλλαις αἱρέσεσιν εἰρήκαμεν, Γνωστικῶν φημι καὶ Σηθιανῶν. οὗτοι δὲ καὶ ἄλλους προφήτας φασὶν εἶναι, Μαρτιάδην τινὰ καὶ Μαρσιανόν, ἁρπαγέντας εἰς τοὺς οὐρανοὺς καὶ διὰ ἡμερῶν τριῶν καταβεβηκότας. καὶ πολλά ἐστιν ἃ μυθοποιοῦντες πλαστῶς ἐκτυποῦσι, βλάσφημά τε πλάττοντες κατὰ τοῦ ὄντος θεοῦ παντοκράτορος, πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ἄρχοντος ὄντος καὶ πονηρίας εὑρετοῦ, ὡς ἀπ' αὐτῶν τῶν παρ' αὐτοῖς λόγων ἁλίσκονται. Εἰ γὰρ πονηρῶν ἐστιν εὑρετὴς καὶ κακοποιός, πῶς εὐθὺς οὐκ ἀγαθὸς εὑρεθείη, ὡς καὶ ἐν ταῖς ἄλλαις αἱρέσεσιν εἴπαμεν, κατὰ πορνείας καὶ μοιχείας καὶ ἁρπαγῆς καὶ πλεονεξίας νομοθετήσας; θεὸν γὰρ αὐτὸν τῶν Ἰουδαίων καὶ αὐτοὶ λέγουσι· τοῖς Ἰουδαίοις δὲ τὸν νόμον ἔδωκεν, ἐν ᾧ πάντα ταῦτα ἀπηγόρευσεν ὧν εὑρετὴν αὐτὸν λέγουσιν εἶναι. πῶς δὲ πατὴρ τοῦ Σατανᾶ κληθείη ὁ κατ' αὐτοῦ τὰ τοσαῦτα ὑποδείξας; καὶ εἰ ἀλλότριός ἐστι τοῦ ἄνω παρ' αὐτοῖς λεγομένου θεοῦ καὶ οὐκ αὐτός ἐστιν ὁ θεὸς ὁ παντοκράτωρ, ὁ βασιλεὺς καὶ κύριος ἡμῶν, ὁ ἐν νόμῳ καὶ ἐν προφήταις καὶ ἐν εὐαγγελίοις καὶ ἀποστόλοις κηρυσσόμενος, αὐτὸς θεὸς κύριος, πατὴρ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πῶς αὐτὸς σαφῶς ἡμᾶς διδάσκει ὁ κύριος ἐν 2.89 εὐαγγελίῳ λέγων «εὐχαριστῶ σοι, πάτερ, κύριε οὐρανοῦ καὶ γῆς», ἵνα δείξῃ τὸν αὐτοῦ πατέρα θεὸν τῶν πάντων. 8. Καὶ περὶ νεκρῶν ἀναστάσεως ὑποφαίνων ἔσεσθαι πάλιν φησὶν ὁ ἐξ αὐτοῦ υἱός «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν»· ναὸν δὲ ἔλεγε τὸ ἴδιον σῶμα, λυόμενον μὲν διὰ χειρῶν ἀνθρώπων τουτέστιν ἀποκτεινόμενον. τὸ δὲ μὴ ὂν σῶμα, ἀλλὰ δοκήσει φαινόμενον, ὡς οὗτοι πάλιν λέγουσιν, οὐκ ἂν ἠδύνατο εἰς χεῖρας ἔρχεσθαι ἐγείρεσθαί τε τῇ τρίτῃ ἡμέρᾳ, καθὼς ἐπηγγείλατο. δέδεικται τοίνυν σαφῶς διὰ τῆς τοιαύτης οἰκονομίας ἀναντίρρητος ἡ τῶν νεκρῶν ἀνάστασις καὶ ὅτι οὔτε χρεία