168
ἐστὶν ἀπολογίας τῇ ψυχῇ, ἵνα λαλήσῃ πρὸς ἑκάστην ἐξουσίαν πλάττονται γὰρ καὶ τοῦτο, ὡς εἴρηται, ἀλλὰ τῆς τοῦ κυρίου εὐεργεσίας τῆς διὰ τῶν ἔργων καὶ τῆς πίστεως συνισταμένης, ὡς λέγει ὁ ἁγιώτατος Παῦλος, γράφων τῷ Τιμοθέῳ διὰ τούτων τῶν λόγων «ὅπως γινώσκοις πῶς δεῖ ἐν οἴκῳ κυρίου περιπατεῖν, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας», «ἣν οἱ πολλοὶ ἀφέντες εἰς μύθους καὶ εἰς μωρολογίας ἐξετράπησαν», «μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται»· «ὧν ἐστι Φύγελος καὶ Ἑρμογένης». ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ Ὑμέναιον καὶ Φιλητὸν περὶ τὴν ἀλήθειαν ἠστοχηκέναι λέγει, οἵτινες καὶ αὐτοὶ ταύτῃ τῇ αἱρέσει ἐξηκολούθησαν, ἄλλον θεὸν καταγγέλλοντες καὶ γενεαλογίας ἀπεράντους, καὶ πλάνην ἐπισπείροντες τοῖς ἀνθρώποις καὶ λέγοντες μὴ ἐκ θεοῦ γεγενῆσθαι τὸν κόσμον, ἀλλὰ ὑπὸ ἀρχῶν καὶ ἐξουσιῶν, τὴν δὲ ἀνάστασιν ἤδη γεγενῆσθαι διὰ τῶν γεννωμένων τέκνων ὑπὸ ἑκάστου τῶν γεννώντων, τὴν δὲ τῶν νεκρῶν οὐ λέγουσιν ἔσεσθαι. καὶ ὁρᾶτε, ἀδελφοί, τὸν χαρακτῆρα τῆς ἀληθείας καὶ τὸν ἔλεγχον τῆς τούτων παρανομίας. Ὑπολαμβάνω δὲ καὶ περὶ τούτων ἱκανῶς εἰρῆσθαι· ὅθεν ταύτην παραλιπὼν ἐπὶ τὰς ἑξῆς τὴν πορείαν ποιήσομαι, ἐκεῖνο μόνον εἰπών, ὡς πάνυ φαίνεται ἐοικυῖα αὕτη διὰ τῆς πολυωνύμου ἀρχοντικῆς ὀνο2.90 μασίας τῇ πολυπλόκῳ ἑρπετῶν κακοηθείᾳ. τρόπον γάρ τινα ἐκ πολλῶν ἑρπετῶν ἀναμὶξ τῆς αὐτῶν πλάνης συνηγμένη ἐστὶν ἡ ἰοβολία, οἷον τὸ θρασὺ ἔχουσα τοῦ δράκοντος, τὸ δολερὸν τοῦ φυσάλου, τὴν ἀνθέλκυσιν τῆς πνοῆς τοῦ βαίτωνος, τὸ γαῦρον τοῦ ἀκοντίου, τὸ προπετὲς τοῦ ὀστρακίτου. τούτων δὲ πάντων τὴν κεφαλὴν καταπατήσαντες τῇ τῆς ἀληθείας ὑποθέσει ἐπὶ τὰς λοιπὰς διέλθωμεν, ἐπιπόθητοι, τὴν ἑκάστης πλάνην ἀποκαλύψαι ἐν θεῷ πειρώμενοι.
Κατὰ Κερδωνιανῶν ˉκˉα, τῆς δὲ ἀκολουθίας ˉμˉα. 1. Κέρδων τις τούτους καὶ τὸν Ἡρακλέωνα διαδέχεται ἐκ τῆς αὐτῆς ὢν σχολῆς, ἀπὸ Σίμωνός τε καὶ Σατορνίλου λαβὼν τὰς προφάσεις. οὗτος μετανάστης γίνεται ἀπὸ τῆς Συρίας καὶ ἐπὶ τὴν Ῥώμην ἐλθὼν λυμεών τις πέφηνεν ἑαυτῷ τε καὶ τοῖς αὐτῷ πειθομένοις, ὁ ἐλεεινότατος. ἐλεεινὴ γὰρ ἡ φύσις τῶν ἀνθρώπων, ὅταν καταλείψασα τὴν τοῦ θεοῦ ὁδὸν πλανᾶται, καὶ ἀπόλωλεν ἀπὸ τῆς τοῦ θεοῦ κλήσεως ἑαυτὴν ἀφορίσασα. συμβέβηκε γὰρ τοῖς τοιούτοις ἡ τοῦ κυνὸς παροιμία, ὃς τῇ σκιᾷ προσέχων οὗ κατεῖχεν ἐν τῷ στόματι *, ἐμβλέπων εἰς ὕδωρ καὶ νομίσας τὴν ἐν τῷ ὕδατι σκιὰν μείζονα εἶναι τῆς ἐν τῷ στόματι αὐτοῦ ἐδωδῆς, ἀνοίξας τὸ στόμα καὶ τὴν οὖσαν ἀπώλεσεν. οὕτω καὶ οὗτοι τὴν ὁδὸν εὑρόντες καὶ βουλόμενοι σκιᾶς περιγενέσθαι τῆς ἐν τῇ ὑπονοίᾳ αὐτῶν γενομένης τὴν οὖσαν ἐν τῷ στόματι αὐτῶν ὡς εἰπεῖν ἐκ θεοῦ τροφὴν κεχαρισμένην οὐ μόνον ἀπώλεσαν, ἀλλὰ καὶ ὄλεθρον ἑαυτοῖς ἐπεσπάσαντο. 2.91 Οὗτος τοίνυν ὁ Κέρδων ἐν χρόνοις Ὑγίνου γέγονεν ἐπισκόπου, τοῦ ἔνατον κλῆρον ἄγοντος ἀπὸ τῆς τῶν περὶ Ἰάκωβον καὶ Πέτρον καὶ Παῦλον ἀποστόλων διαδοχῆς. τὸ δὲ κήρυγμα αὐτοῦ τῆς τῶν προειρημένων αἱρεσιαρχῶν φλυαρίας μετέχον τὸ αὐτὸ μὲν εἶναι δοκεῖ, παρήλλακται δὲ παρ' αὐτῷ τοῦτον ἔχον τὸν τρόπον· ∆ύο καὶ οὗτος ἀρχὰς κεκήρυχεν τῷ βίῳ καὶ δύο δῆθεν θεούς, ἕνα ἀγαθὸν καὶ ἕνα ἄγνωστον τοῖς ἅπασιν, ὃν καὶ πατέρα τοῦ Ἰησοῦ κέκληκεν, καὶ ἕνα τὸν ∆ημιουργόν, πονηρὸν ὄντα καὶ γνωστόν, λαλήσαντα ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προφήταις φανέντα καὶ ὁρατὸν πολλάκις γενόμενον. μὴ εἶναι δὲ τὸν Χριστὸν γεγεννημένον ἐκ Μαρίας μηδὲ ἐν σαρκὶ πεφηνέναι, ἀλλὰ δοκήσει ὄντα καὶ δοκήσει πεφηνότα, δοκήσει δὲ τὰ ὅλα πεποιηκότα. καὶ αὐτὸς δὲ σαρκὸς ἀνάστασιν ἀπωθεῖται, παλαιὰν δὲ ἀπαγορεύει διαθήκην τήν τε διὰ Μωυσέως καὶ τῶν προφητῶν,