169
ὡς ἀλλοτρίαν οὖσαν θεοῦ. ἐληλυθέναι δὲ τὸν 2.92 Χριστὸν ἀπὸ τῶν ἄνωθεν ἐκ τοῦ ἀγνώστου πατρός, εἰς ἀθέτησιν τῆς τοῦ κοσμοποιοῦ καὶ δημιουργοῦ ἐνταῦθα, φησίν, ἀρχῆς καὶ τυραννίδος, ὥσπερ ἀμέλει καὶ πολλαὶ τῶν αἱρέσεων ἐξεῖπαν. ὀλίγῳ δὲ τῷ χρόνῳ οὗτος ἐν Ῥώμῃ γενόμενος μεταδέδωκεν αὐτοῦ τὸν ἰὸν Μαρκίωνι· διόπερ τοῦτον ὁ Μαρκίων διεδέξατο. 2. Τῆς δὲ αἱρέσεως ὡσαύτως φωρατῆς οὔσης ἐν συντόμῳ περὶ ταύτης ἡμῖν ἔσται ὁ λόγος. ἀρξόμεθα δὲ πάλιν τῆς κατ' αὐτοῦ ἀνατροπῆς ἀπ' αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων. ὅτι μὲν γὰρ δύο ἀρχὰς ἐπὶ τὸ αὐτὸ εἶναι ἀδύνατον δῆλον. ἢ γὰρ αἱ δύο ἐκ μιᾶς εἰσί τινος ἢ ἡ μέν ἐστι δευτέρα ἡ δὲ τῆς δευτέρας αἰτία καὶ ἀρχή. ζητηθήσεται οὖν ἤτοι αἰτία τῶν δύο ἢ ὁποτέρα τούτων ἀρχὴ οὖσα τῆς ἑτέρας *, ὡς ἔφην. καὶ οὕτως ἐκ παντὸς τρόπου ἐπὶ τὴν μίαν ἀνακτέον τὴν διάνοιαν, τὴν εὑρισκομένην πρώτην, ἐξ ἧς καὶ ἡ δευτέρα ἤτοι ἀμφότεραι, καθὼς δέδεικται, ὡς ἔφην. ἐπὶ τὸ αὐτὸ δὲ ἀδύνατον τὰς δύο ἀρχὰς ὑπάρχειν, ἀλλ' οὐδὲ διαφέρεσθαι τὴν μίαν πρὸς τὴν ἄλλην δυνατόν. εἰ γὰρ διαφέρονται, εἰσὶ μὲν δύο, τῷ δὲ δύο ἀριθμῷ εὑρίσκεσθαι τὸν ἕνα ἀριθμὸν ὑπερβεβήκασι· τοῦ δὲ ἑνὸς καὶ πρώτου ἀριθμοῦ ζητουμένου αἱ δύο τῷ ἑνὶ ἀριθμῷ καὶ ἀνωτέρῳ ὑπόκεινται, τῷ αἰτίῳ τῶν δύο ὄντι. οὐ γὰρ αἱ δύο, αἱ μετὰ τὸν ἕνα ἀριθμὸν ἢ τὴν μίαν ἀρχὴν καὶ πρώτην, αἰτίαι ἑαυτῶν δύνανται εἶναι, τοῦ ἑνικοῦ ἀριθμοῦ καὶ ἀνωτάτου ἀεὶ ζητουμένου. εἰ γὰρ αἱ δύο εὑρεθήσονται μιᾶς οὖσαι συμφωνίας καὶ συγχαίρουσαι καὶ συμφωνοῦσαι ἀλλήλαις, ἐν τῷ τὴν μὲν μίαν παραμένειν τῆς ἑτέρας εὐδοκούσης καὶ τῆς ἄλλης δὲ χαιρούσης τῇ τῆς ἑτέρας συζυγίᾳ, ἡ στάσις τίς ἐστιν ἀνὰ μέσον ἀμφοτέρων; εἰ δὲ στασιάζουσι καὶ ἰσχύουσιν ἅμα ἀμφότεραι πρὸς ἀλλήλας ἐπ' ἴσης, οὐκέτι Χριστὸς ὁ ἐλθὼν διὰ τὴν ἀθέτησιν τῆς μιᾶς δυνήσεται καταλῦσαι τὴν ταύτης τυραννίδα, αὐτῆς ἀντεχούσης καὶ δυναμένης πρὸς τὴν ἄνω ἀόρατον καὶ ἀκατονόμαστον ἀγωνίζεσθαι ἀντέχειν τε καὶ μηδέποτε δυναμένης καταλύεσθαι. 2.93 3. Λέγει δὲ ὁ ἠλίθιος καὶ τὸν νόμον καὶ τοὺς προφήτας τῆς φαύλης καὶ ἐναντίας εἶναι ἀρχῆς, τὸν δὲ Χριστὸν τῆς ἀγαθῆς. πόθεν οὖν οἱ προφῆται τὰ εἰς Χριστὸν τετυπωμένα προανεφώνησαν, εἰ μὴ μία ἦν καὶ ἡ αὐτὴ δύναμις ἡ λαλήσασα ἐν νόμῳ καὶ ἐν προφήταις καὶ εὐαγγελίοις; καθάπερ λέγει «ὁ λαλῶν ἐν τοῖς προφήταις ἰδοὺ πάρειμι» καὶ τὰ ἑξῆς. πόθεν δὲ καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ † προανεφώνει λέγων «εἰ Μωυσῇ ἐπιστεύετε, καὶ ἐμοὶ ἂν ἐπιστεύετε. ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψε». καὶ πολλά μοι ἔστι περὶ μαρτυριῶν λέγειν, καθὼς συναγείρας σχολὴν ἑαυτῷ ἐποίησεν ὁ ἐπὶ συγκυρήματι πονηρῷ τῷ κόσμῳ ἐπιβλαστήσας καὶ πλανήσας τοὺς ὑπ' αὐτοῦ πεπλανημένους. παρελεύσομαι δὲ καὶ ταύτην, ὡσεὶ βέμβικος καὶ πεμφρηδόνος τῶν ὀδυνοποιῶν ἐκ πετεινῶν κνωδάλων ὁρμωμένων ὑπὸ μίαν θῆξιν ἐκπετασθέντων τὴν ἀνάλωσιν ποιησάμενος διὰ τῆς τοῦ θεοῦ ἐναργεστάτης πίστεώς τε καὶ σωτηριώδους διδασκαλίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰπόντος «βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ψευδοπροφῆται» καὶ τοῦ ἀποστόλου τοῦ περὶ τῶν αὐτῶν ψευδοχρίστων καὶ ψευδοδιδασκάλων καὶ ψευδαδέλφων φήσαντος καὶ ἡμᾶς ἀσφαλισαμένου· ἐπὶ τὰς ἑξῆς τε κατὰ τὴν ἀκολουθίαν προβαίνων τῶν ἄλλων ποιήσομαι τὴν ὑφήγησιν.
Κατὰ Μαρκιωνιστῶν ˉκˉβ, τῆς δὲ ἀκολουθίας ˉμˉβ. 1. Μαρκίων, ἀφ' οὗπερ οἱ Μαρκιωνισταί, ἐκ τούτου τοῦ προειρημένου Κέρδωνος τὴν πρόφασιν εἰληφὼς καὶ αὐτὸς μέγας ὄφις προῆλθεν τῷ βίῳ, πολὺ δὲ πλῆθος ἐξαπατήσας ἔτι εἰς δεῦρο εἰς πολλοὺς 2.94 τρόπους προεστήσατο διδασκαλεῖον. ἡ δὲ