170
αἵρεσις ἔτι καὶ νῦν ἔν τε Ῥώμῃ καὶ ἐν τῇ Ἰταλίᾳ, ἐν Αἰγύπτῳ τε καὶ ἐν Παλαιστίνῃ, ἐν Ἀραβίᾳτε καὶ ἐν τῇ Συρίᾳ, ἐν Κύπρῳ τε καὶ Θηβαΐδι, οὐ μὴν ἀλλὰ καὶ ἐν τῇ Περσίδι καὶ ἐν ἄλλοις τόποις εὑρίσκεται. μεγάλως γὰρ ὁ πονηρὸς ἐν αὐτῷ κατίσχυσε τὴν ἀπάτην. Οὗτος τὸ γένος Ποντικὸς ὑπῆρχεν, Ἑλενοπόντου δέ φημι, Σινώπης δὲ πόλεως, ὡς πολὺς περὶ αὐτοῦ ᾄδεται λόγος. τὸν δὲ πρῶτον αὐτοῦ βίον παρθενίαν δῆθεν ἤσκει· μονάζων γὰρ ὑπῆρχεν καὶ υἱὸς ἐπισκόπου τῆς ἡμετέρας ἁγίας καθολικῆς ἐκκλησίας. χρόνου δὲ προϊόντος προσφθείρεται παρθένῳ τινὶ καὶ ἐξαπατήσας τὴν παρθένον ἀπὸ τῆς ἐλπίδος αὐτήν τε καὶ ἑαυτὸν κατέσπασε καὶ τὴν φθορὰν ἀπεργασάμενος ἐξεοῦται τῆς ἐκκλησίας ὑπὸ τοῦ ἰδίου πατρός. ἦν γὰρ αὐτοῦ ὁ πατὴρ δι' ὑπερβολὴν εὐλαβείας τῶν διαφανῶν καὶ σφόδρα τὰ τῆς ἐκκλησίας ἐπιμελομένων, διαπρέπων ἐν τῇ τῆς ἐπισκοπῆς λειτουργίᾳ. πολλὰ δὲ δῆθεν ὁ Μαρκίων καθικετεύσας καὶ αἰτήσας μετάνοιαν οὐκ εἴληφε παρὰ τοῦ ἰδίου πατρός. πόνος γὰρ εἶχε τὸν ἀξιόλογον γέροντα καὶ ἐπίσκοπον, ὅτι οὐ μόνον ἐξέπεσεν ἐκεῖνος, ἀλλ' ὅτι καὶ αὐτῷ τὸ αἶσχος ἔφερεν. ὡς τοίνυν οὐκ ἔτυχε παρ' αὐτοῦ διὰ τῆς κολακείας ὧν ἐδέετο, μὴ φέρων τὴν ἀπὸ τῶν πολλῶν χλεύην ἀποδιδράσκει τῆς πόλεως τῆς αὐτοῦ καὶ ἄνεισιν εἰς τὴν Ῥώμην αὐτήν, μετὰ τὸ τελευτῆσαι Ὑγῖνον τὸν ἐπίσκοπον Ῥώμης οὗτος 2.95 δὲ ἔνατος ἦν ἀπὸ Πέτρου καὶ Παύλου τῶν ἀποστόλων, καὶ τοῖς ἔτι πρεσβύταις περιοῦσι καὶ ἀπὸ τῶν μαθητῶν τῶν ἀποστόλων ὁρμωμένοις συμβαλὼν ᾔτει συναχθῆναι καὶ οὐδεὶς αὐτῷ συγκεχώρηκε. ζήλῳ λοιπὸν ἐπαρθείς, ὡς οὐκ ἀπείληφε τὴν προεδρίαν τε καὶ τὴν εἴσδυσιν τῆς ἐκκλησίας, ἐπινοεῖ ἑαυτῷ καὶ προσφεύγει τῇ τοῦ ἀπατεῶνος Κέρδωνος αἱρέσει. 2. Καὶ ἄρχεται ὡς εἰπεῖν ἐξ αὐτῆς τῆς ἀρχῆς καὶ ὡς ἀπὸ θυρῶν τῶν ζητημάτων προτείνειν τοῖς κατ' ἐκεῖνο καιροῦ πρεσβυτέροις τοῦτο τὸ ζήτημα λέγων «εἴπατέ μοι, τί ἐστι τό· οὐ βάλλουσιν οἶνον 2.96 νέον εἰς ἀσκοὺς παλαιοὺς οὐδὲ ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μή γε, καὶ τὸ πλήρωμα αἴρει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει. μεῖζον γὰρ σχίσμα γενήσεται». καὶ ὡς τοῦτο ἤκουσαν οἱ ἐπιεικεῖς καὶ πανάγιοι τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας πρεσβύτεροι καὶ διδάσκαλοι, τὸν τῆς ἀκολουθίας τε καὶ ἁρμονίας ἀποδιδόντες λόγον καὶ φράζοντες αὐτῷ μετὰ ἐπιεικείας ἔλεγον· τέκνον, τοῦτό ἐστιν ἀσκοὶ παλαιοί, αἱ τῶν Φαρισαίων καρδίαι καὶ γραμματέων, παλαιωθεῖσαι ἐν ἁμαρτήμασι καὶ μὴ δεξάμεναι τὸ κήρυγμα τοῦ εὐαγγελίου· καὶ τὸ ἱμάτιον τὸ παλαιόν, ὡς ὁ Ἰούδας παλαιωθεὶς ἐν φιλαργυρίᾳ οὐκ ἐδέξατο τοῦ καινοῦ καὶ ἁγίου καὶ ἐπουρανίου μυστηρίου τὸ τῆς ἐλπίδος κήρυγμα, καίτοι συναφθεὶς τοῖς ἕνδεκα ἀποστόλοις καὶ κληθεὶς ὑπ' αὐτοῦ τοῦ κυρίου, περισσότερον σχίσμα ἔσχε δι' ἑαυτοῦ, μηδενὸς αἰτίου αὐτῷ γενομένου, ἐπειδὴ ἡ διάνοια αὐτοῦ οὐ συμπεφώνηκε τῇ ἄνω ἐλπίδι καὶ ἐπουρανίῳ κλήσει τῶν μελλόντων ἀγαθῶν ἀντὶ τῶν ἐνταῦθα χρημάτων τε καὶ κόμπου καὶ φιλίας παρερχομένης ἐλπίδος τε καὶ ἡδονῆς. Ὁ δέ· οὐχ οὕτως, φησίν, ἀλλὰ ἄλλα ἐστὶ παρὰ ταῦτα, ἀντιλέγων ὁ Μαρκίων. ἐπειδὴ δὲ μὴ ἠθέλησαν αὐτὸν δέξασθαι, διὰ τοῦτο οὖν φανερῶς αὐτοῖς ἔλεγε· τί μὴ ἠθελήσατέ με ὑποδέξασθαι; τῶν δὲ λεγόντων ὅτι οὐ δυνάμεθα ἄνευ τῆς ἐπιτροπῆς τοῦ τιμίου πατρός σου τοῦτο ποιῆσαι· μία γάρ ἐστιν ἡ πίστις καὶ μία ἡ ὁμόνοια καὶ οὐ δυνάμεθα ἐναντιωθῆναι τῷ καλῷ συλλειτουργῷ πατρὶ δὲ σῷ, ζηλώσας λοιπὸν καὶ εἰς μέγαν ἀρθεὶς θυμὸν καὶ ὑπερηφανίαν τὸ σχίσμα ἐργάζεται ὁ τοιοῦτος, ἑαυτῷ τὴν αἵρεσιν προστησάμενος καὶ εἰπὼν ὅτι «ἐγὼ σχίσω τὴν ἐκκλησίαν ὑμῶν καὶ βαλῶ σχίσμα ἐν αὐτῇ εἰς τὸν αἰῶνα», ὡς τὰ ἀληθῆ μὲν σχίσμα ἔβαλεν οὐ μικρόν, οὐ τὴν ἐκκλησίαν σχίσας ἀλλ' ἑαυτὸν καὶ τοὺς αὐτῷ πεισθέντας. 3. Ἔλαβε δὲ τὴν πρόφασιν παρὰ τοῦ προειρημένου Κέρδωνος, γόητος καὶ