172
αἱρέσεσι πεπραγμάτευται. πῶς γὰρ ἀναστήσεται ἡ μὴ πεπτωκυῖα ψυχή; ἀνάστασις δὲ πῶς αὐτῆς κληθήσεται, τῆς μὴ πεσούσης ψυχῆς; πᾶν γὰρ τὸ πῖπτον ἀναστάσεως δεῖται· πίπτει δὲ οὐχὶ ψυχή, ἀλλὰ σῶμα. ὅθεν καὶ δικαίως πτῶμα αὐτὸ ἡ συνήθεια εἴωθεν καλεῖν καὶ αὐτὸς ὁ κύριος εἰπὼν ὅτι «ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί». καὶ γὰρ ἐν τοῖς μνήμασιν οὐ κατακλείομεν ψυχάς, ἀλλὰ σώματα κατατιθέαμεν ἐν γῇ καταχώσαντες, ὧν ἡ ἀνάστασις εἰς ἐλπίδα ἔχει τὸ κήρυγμα, καθάπερ ὁ τοῦ σίτου κόκκος· ὡς καὶ ὁ ἅγιος ἀπόστολος τὴν μαρτυρίαν ἤνεγκεν περὶ τοῦ κόκκου τοῦ σίτου καὶ τῶν ἄλλων σπερμάτων καὶ αὐτὸς δὲ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι «ἐὰν μὴ πεσὼν ὁ κόκκος τοῦ σίτου ἀποθάνῃ, μόνος μένει». ὁ δὲ ἅγιος ἀπόστολός φησιν «ἄφρων» ἄφρονα γὰρ καλεῖ τὸν ἄπιστον τὸν ὅλως ἀμφιβάλλοντα καὶ λέγοντα «πῶς ἡ ἀνάστασις γίνεται; ποίῳ 2.101 δὲ σώματι ἔρχονται;» καὶ εὐθὺς πρὸς τοὺς τοιούτους φησίν «ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ». καὶ ἔδειξεν ἐξ ἅπαντος ἡ γραφὴ τοῦ πεπτωκότος κόκκου τουτέστιν τοῦ σώματος τοῦ θαπτομένου καὶ οὐ ψυχῆς τὴν ἀνάστασιν γίνεσθαι. πῶς δὲ ψυχὴ ἐλεύσεται μόνη; πῶς δὲ βασιλεύσει μόνη ἡ ὁμοῦ σὺν σώματι ἐργασαμένη τὸ δίκαιον ἢ τὸ φαῦλον; ἔσται γὰρ ἐναντία καὶ οὐ δικαία ἡ κρίσις. 6. Πῶς δὲ συσταθήσεται ὁ παρ' αὐτῷ τῷ Μαρκίωνι τριῶν ἀρχῶν λόγος; πῶς δὲ ὁ ἀγαθὸς εὑρεθήσεται ὁ ἐν τοῖς τοῦ φαύλου μέρεσιν ἔργον ἐπιτελῶν ἢ σωτηρίας ἢ τῶν ἄλλων; εἰ γὰρ οὐκ αὐτοῦ τυγχάνει ὁ κόσμος, ἀπέστειλεν δὲ αὐτοῦ τὸν μονογενῆ εἰς τὸν κόσμον λαβεῖν ἐκ τοῦ κόσμου τοῦ ἀλλοτρίου ἃ μὴ αὐτὸς ἔσπειρεν μηδὲ ἐποίησεν, εὑρεθήσεται ἢ τῶν ἀλλοτρίων ἐφιέμενος ἢ πενίαν ὑφιστάμενος καὶ ἴδια μὴ ἔχων, ἐπὶ τὰ ἀλλότρια ἑαυτὸν ἐπιδιδούς, ὅπως ἑαυτῷ προσπορίσηται ἃ μὴ πρότερον ἔχει. πῶς δὲ κριτὴς ἀνὰ μέσον ἀμφοτέρων γενήσεται ὁ δημιουργός; εἶτα τίνας ἔχει κρῖναι; εἰ γὰρ τῶν ἀπὸ τοῦ ἄνω σκευῶν δικαστὴς προκαθέζεται, ἰσχύει ὑπὲρ τὸν ἄνω, ἐπειδὴ φέρει εἰς μέσον τῶν αὐτοῦ κριτηρίων τὰ τοῦ ἄνω ὑπάρχοντα, ὡς τῷ Μαρκίωνι ἔδοξε. καὶ εἰ ὅλως κριτὴς τυγχάνει, δίκαιός ἐστι. δείξομεν δὲ ἀπὸ τοῦ δικαίου ὀνόματος ὅτι ταὐτόν ἐστι τὸ ἀγαθὸν καὶ τὸ δίκαιον. πᾶν γὰρ ὃ δίκαιόν ἐστι, τοῦτο καὶ ἀγαθόν. ἀπὸ γὰρ τοῦ ἀγαθὸν εἶναι τὸ ἀγαθὸν χαρίζεται δικαίως μετὰ ἀληθείας τῷ ἀγαθὰ δράσαντι καὶ οὐκέτι ἔσται πρὸς τὸ ἀγαθὸν ἐναντίος τῷ ἀγαθῷ, κατὰ δικαιοσύνην τὸ ἀγαθὸν τῷ ἀγαθῷ παρέχων καὶ τῷ φαύλῳ τὴν ἐπιτιμίαν τῆς τιμωρίας. οὐδὲ πάλιν ἀγαθὸς ἂν εἴη ὁ τῷ πονηρῷ τὸν ἀγαθὸν μισθὸν ἐπὶ τῷ τέλει ἀποδιδοὺς μὴ μετανοοῦντι, εἰ καὶ ἐν τῷ παρόντι ἀνατέλλοι αὐτοῦ τὸν ἥλιον ἐπὶ ἀγαθοὺς καὶ φαύλους καὶ τὸν ὑετὸν αὐτοῦ παρέχοι διὰ τὸ νῦν αὐτεξούσιον τοῖς τε πονηροῖς καὶ ἀγαθοῖς ἀνθρώποις. ἀγαθὴ γὰρ οὐκέτι ἔσται φύσις καὶ δικαία τοῦ τῷ πονηρῷ μισθὸν ἐν τῷ μέλλοντι αἰῶνι σωτηρίας παρέχοντος καὶ οὐ μᾶλλον μισοῦντος τὸ πονηρὸν καὶ φαῦλον. ὁ δὲ τρίτος 2.102 εὑρισκόμενος παρ' αὐτῷ πονηρός, εἰ ἔχει τὴν ἐξουσίαν τὰ πονηρὰ ἐργάζεσθαι καὶ κατισχύειν τῶν ἐν τῷ κόσμῳ ἢ τῶν ἄνωθεν ἀγαθῶν ἢ τοῦ μέσου δικαίου, εὑρεθήσεται ἰσχυρότερος οὗτος τῶν δύο θεῶν τῶν παρὰ Μαρκίωνι λεγομένων, ἐπειδὴ ἐξουσιάζει ἁρπάζειν τὰ ἀλλότρια· καὶ ἀδρανεῖς λοιπὸν καταψηφισθήσονται οἱ δύο παρὰ τὸν ἕνα πονηρόν, οἱ μὴ δυνάμενοι ἀντέχειν καὶ ῥύεσθαι ἀπὸ τοῦ ἁρπάζοντος τὰ αὐτῶν ὄντα καὶ εἰς πονηρίαν μεταβάλλοντος. 7. ἄλλως δὲ πάλιν νοήσωμεν, ἵνα τὴν χλεύην τοῦ ἀγύρτου φωράσωμεν τῆς ματαιοφροσύνης. εἰ γὰρ ὅλως ὁ πονηρὸς πονηρὸς ὑπάρχει, ἁρπάζει δὲ τοὺς ἀγαθοὺς ἀπὸ τοῦ ἀγαθοῦ καὶ τοὺς δικαίους ἀπὸ τοῦ δικαίου, ἰδίους δὲ οὐχ ἁρπάζει μόνους, εὑρεθήσεται ὁ πονηρὸς οὐκέτι πονηρός, τῶν ἀγαθῶν ὀρεγόμενος καὶ ἐπιδικαζόμενος ὡς βελτιόνων. εἰ δὲ καὶ τοὺς ἰδίους κρίνει τιμωρίαν τε τοὺς ἀδικήσαντας ἀπαιτεῖ, οὐκέτι