173
πονηρὸς ἔσται ὁ πονηρῶν δικαστὴς ὑπάρχων. καὶ εὑρεθήσεται κατὰ πάντα τρόπον ἡ αὐτοῦ ὑπόθεσις ἑαυτὴν ἀνατρέπουσα. Πόθεν δὲ εἰλήφασι τὸ εἶναι αἱ τρεῖς ἀρχαί, πάλιν λέγε. τίς δὲ ὁ ταύταις ὁρισμὸν συστησάμενος; εἰ μὲν γὰρ ἕκαστος ἐν τῷ ἰδίῳ τόπῳ περιορίζεται, οὐκέτι τέλεια τὰ τρία εὑρεθήσεται ὁριζόμενα ἔν τισι περιεκτικοῖς τόποις, εὑρεθήσεται δὲ τὸ ἑκάστου περιεκτικὸν μεῖζον τοῦ περιεχομένου καὶ οὐκέτι τὸ περιεχόμενον θεὸς ἂν κληθείη, ἀλλὰ μᾶλλον ἡ περιεκτικὴ ὁροθεσία. εἰ δὲ καὶ εἰς ταὐτὸν ἀλλήλοις γενόμενοι ἕκαστος κατὰ δίεσιν τὸν ἴδιον ἐκληρώθη τόπον καὶ ἕκαστος ἐν τῷ ἰδίῳ ὢν τῷ ἑτέρῳ οὐκ ἐντρίβεται οὐδὲ ἐπέρχεται, οὐκέτι αἱ ἀρχαὶ ἀλλήλαις ἐναντίαι οὐδέ τις αὐτῶν φαύλη εὑρεθήσεται, διὰ τὸ κατὰ τὸ δίκαιον καὶ ἥσυχον καὶ εὐσταθὲς τῶν ἰδίων ἐπιμέλεσθαι καὶ μὴ περαιτέρω βαίνειν ἐπιβάλλεσθαι. εἰ δὲ ὁ μὲν πονηρὸς ὑπὸ τοῦ ἄνω κατισχύεται καὶ βιάζεται καὶ καταπονεῖται, μεμερισμένος ὢν καὶ ἐν ἰδίῳ τόπῳ ὑπάρχων, οὗ τόπου τῷ ἄνω ἀγαθῷ οὐδὲν προσήκει, οὐδέ τι ὑπ' αὐτοῦ κέκτισται τῶν ἐνταῦθα λέγω ἐν τῷ τοῦ πονηροῦ τόπῳ, τυραννικώτερος μᾶλλον εὑρεθήσεται ὁ ἄνω καὶ οὐκέτι ἀγαθός, τὸν ἴδιον υἱὸν εἴτ' οὖν Χριστὸν ἀποστείλας, ἵνα τὰ ἀλλότρια λάβῃ. καὶ ποῦ ὁ ὅρος ὁ διορίζων τὰς τρεῖς ἀρχὰς κατὰ τὸν τοῦ ἀγύρ2.103 του τῆς ὑποθέσεως λόγον; ζητηθήσεται γὰρ τέταρτός τις ἐπιεικέστατος καὶ τῶν τριῶν σοφώτερος, ὁριογνώμων τε καὶ ἐπιστήμων, ὃς τὰ μέτρα ἑκάστῳ διένειμέν τε καὶ τοὺς τρεῖς εἰρηνοποίησεν, ἵνα μὴ στασιάσαιεν πρὸς ἀλλήλους μηδὲ εἰς τὰ ἄλλου ἄλλος ἀποστέλλοι. καὶ οὗτος μὲν πείσας τὰς τρεῖς ἀρχὰς εὑρεθήσεται τέταρτος καὶ σοφώτερος καὶ ἐπιεικέστερος. καὶ αὐτὸς δὲ ἐν ἰδίῳ τόπῳ πάλιν ζητηθήσεται, ἀφ' οὗπερ εἰς μέσον ἦλθεν τῶν τριῶν καὶ ἑκάστῳ τὸ μέρος σοφῶς διώρισεν, ἵνα μὴ ἀλλήλους ἀδικοῖεν. εἰ δὲ ἐν τοῖς τοῦ ἑνός, λέγω δὴ τοῦ δημιουργοῦ αἱ δύο ἀρχαί εἰσιν ἐμπολιτευόμεναι, ὅ τε πονηρὸς ἐν τοῖς τοῦ δημιουργοῦ † χώραις τε καὶ χώροις καὶ ὁ τοῦ ἀγαθοῦ Χριστὸς ἐπιδημήσας. οὐκέτι ἄρα κριτὴς καὶ δημιουργὸς μόνον ὁ κριτὴς εὑρεθήσεται, ἀλλὰ καὶ ἀγαθός, συγχωρῶν τοῖς δυσὶν εἰς τὰ ἴδια ποιεῖν ὃ βούλονται· ἢ ἀδρανὴς εὑρεθήσεται καὶ μὴ ἰσχύων κωλῦσαι τῶν ἰδίων τοὺς ἀλλοτρίους ἅρπαγας. εἰ δὲ καὶ ἥσσων τῇ δυνάμει ἐστίν, οὐκέτι εὑρεθήσεται ἡ δημιουργία συνεστῶσα, ἀλλ' ἐξέλιπεν ἔκπαλαι, ἀναρπαζομένη καθ' ἑκάστην ἡμέραν ὑπό τε τοῦ πονηροῦ εἰς τὸ ἴδιον μέρος καὶ ὑπὸ τοῦ ἀγαθοῦ εἰς τὰ ἄνω. καὶ πῶς ἔτι ἡ δημιουργία σταθήσεται; εἰ δὲ ὅτι χρόνῳ λήξει λέγεις καὶ δυνατὸν ταύτην ὅλως λήγειν διὰ τῆς τοῦ ἀγαθοῦ ἐπιμελείας, οὐκοῦν ὁ ἀγαθὸς αἴτιος τῆς βλάβης ἔσται ὁ μὴ πάλαι ποιήσας, ὅπερ ὕστερον ἀγαθὸν ἔδοξεν ἐπιτελεῖν, μήτε μὴν πεποιηκὼς ἀπὸ τῶν ἀνέκαθεν, πρὶν ἢ τοὺς πλείους ἀδικηθῆναι καὶ ἐν καθέξει αὐτοὺς γενέσθαι τοῦ κριτοῦ καὶ κάτω μεμενηκέναι; 8. Πάλιν δὲ τὰ τῆς θείας γραφῆς οὐκ ὀρθῶς νοῶν προφέρει καὶ τοὺς ἀκεραίους ἐξαπατᾷ διαστρέφων τὸ τοῦ ἀποστόλου ῥητόν, ὅτι «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα» καί φησιν· εἰ ἦμεν αὐτοῦ, οὐκ ἂν τὸ ἑαυτοῦ ἠγόραζεν· ἀγοράσας δὲ εἰς ἀλλότριον κόσμον ἦλθεν ἡμᾶς ἐξαγοράσαι τοὺς οὐκ ὄντας αὐτοῦ. ποίημα γὰρ ἦμεν ἑτέρου καὶ διὰ τοῦτο ἡμᾶς αὐτὸς ἠγόραζεν εἰς τὴν ἑαυτοῦ ζωήν. ἀγνοεῖ δὲ ὅλως ὁ ἠλίθιος ὅτι οὔτε Χριστὸς κατάρα γεγένηται μὴ γένοιτο, ἀλλὰ τὴν κατάραν τὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἀφεῖλεν, ἑαυτὸν σταυρώσας καὶ γενόμε2.104 νος θάνατος θανάτῳ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατάρα αὐτὸς τῇ κατάρᾳ γενόμενος. διὸ οὐκ ἔστι Χριστὸς κατάρα, ἀλλὰ τῆς κατάρας λύσις, εὐλογία δὲ πᾶσι τοῖς εἰς αὐτὸν ἀληθῶς πεπιστευκόσιν. οὕτω καὶ τὸ «ἐξηγόρασεν» *. οὐκ εἶπεν «ἠγόρασεν»· οὔτε γὰρ εἰς ἀλλότριον ἦλθεν ἁρπάσαι ἢ ἀγοράσαι. εἰ γὰρ ἠγόρασεν, μὴ ἔχων ἠγόρασε καὶ ὡς πτωχὸς ἃ μὴ εἶχεν ἐκτήσατο. καὶ εἰ ὁ κεκτημένος ἡμᾶς πέπρακεν, ἀπορήσας