174
πέπρακεν, ἀπό τινος ἄρα δανειστοῦ ἐλαυνόμενος. ἀλλ' οὐκ ἔχει οὕτως. οὔτε γὰρ εἶπεν «ἠγόρασεν», ἀλλ' «ἐξηγόρασεν». ὅμοιον δὲ τούτῳ ὁ αὐτὸς ἅγιος ἀπόστολός φησιν «ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι». καὶ οὐχ ἡμέρας ἀγοράζομεν, οὐδὲ τιμὴν ἡμερῶν δίδομεν, ἀλλὰ τὸ δι' ὑπομονὴν * καὶ τὸ μελλητικὸν τῆς μακροθυμίας σημαίνων τοῦτο ἔφη. ὥστε τὸ ἐξηγόρασε τὴν ὑπόθεσιν ὑπέφηνεν τῆς ὑπὲρ ἡμῶν ἀναδοχῆς ἐν κόσμῳ ἐνσάρκου παρουσίας δι' ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν ὁ ἀπαθὴς ὢν θεός, μένων ἐν τῇ ἰδίᾳ ἀπαθείᾳ τῆς αὐτοῦ θεότητος καὶ * αὐτὸ ὃ ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν, οὐκ ἀγοράζων ἡμᾶς ἀπ' ἀλλοτρίων, ἀλλὰ τὴν ὑπόθεσιν ὑπὲρ ἡμῶν τοῦ σταυροῦ ἀναδεξάμενος, προαιρέσει καὶ οὐ μετ' ἀνάγκης. ὅθεν ἐλήλεγκται κατὰ πάντα τοῦ Μαρκίωνος ὁ λόγος. καὶ πολλά ἐστι τὰ πρὸς ἀνατροπὴν τῆς τούτου μηχανῆς καὶ τραγῳδίας ἐξ εὐσεβοῦς λογισμοῦ καὶ εὐλόγου ὁρμώμενα ἐμφάσεως ἐν τῇ πρὸς αὐτὸν ἀντιρρήσει. 9. Ἐλεύσομαι δὲ εἰς τὰ ὑπ' αὐτοῦ γεγραμμένα, μᾶλλον δὲ ἐρρᾳδιουργημένα. οὗτος γὰρ ἔχει εὐαγγέλιον μόνον τὸ κατὰ Λουκᾶν, περικεκομμένον ἀπὸ τῆς ἀρχῆς διὰ τὴν τοῦ σωτῆρος σύλληψιν καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν. οὐ μόνον δὲ τὴν ἀρχὴν ἀπέτεμεν 2.105 ὁ λυμηνάμενος ἑαυτὸν μᾶλλον ἤπερ τὸ εὐαγγέλιον, ἀλλὰ καὶ τοῦ τέλους καὶ τῶν μέσων πολλὰ περιέκοψε τῶν τῆς ἀληθείας λόγων, ἄλλα δὲ παρὰ τὰ γεγραμμένα προστέθεικεν, μόνῳ δὲ κέχρηται τούτῳ τῷ χαρακτῆρι, τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ. ἔχει δὲ καὶ ἐπιστολὰς παρ' αὐτῷ τοῦ ἁγίου ἀποστόλου δέκα, αἷς μόναις κέχρηται, οὐ πᾶσι δὲ τοῖς ἐν αὐταῖς γεγραμμένοις, ἀλλὰ τινὰ αὐτῶν περιτέμνων, τινὰ δὲ ἀλλοιώσας κεφάλαια. ταύταις δὲ ταῖς δυσὶ βίβλοις κέχρηται· ἄλλα δὲ συντάγματα ἀφ' ἑαυτοῦ συνέταξε τοῖς ὑπ' αὐτοῦ πλανωμένοις. αἱ δὲ ἐπιστολαὶ αἱ παρ' αὐτῷ λεγόμεναί εἰσι· πρώτη μὲν πρὸς Γαλάτας, δευτέρα δὲ πρὸς Κορινθίους, τρίτη πρὸς Κορινθίους δευτέρα, τετάρτη πρὸς Ῥωμαίους, πέμπτη πρὸς Θεσσαλονικεῖς, ἕκτη πρὸς Θεσσαλονικεῖς δευτέρα, ἑβδόμη πρὸς Ἐφεσίους, ὀγδόη πρὸς Κολασσαεῖς, ἐνάτη πρὸς Φιλήμονα, δεκάτη πρὸς Φιλιππησίους· ἔχει δὲ καὶ τῆς πρὸς Λαοδικέας λεγομένης μέρη. ἐξ οὗπερ χαρακτῆρος τοῦ παρ' αὐτῷ σῳζομένου, τοῦ τε εὐαγγελίου καὶ τῶν ἐπιστολῶν τοῦ ἀποστόλου, δεῖξαι αὐτὸν σὺν θεῷ ἔχομεν ἀπατεῶνα καὶ πεπλανημένον καὶ ἀκρότατα διελέγξαι. ἐξ αὐτῶν γὰρ ἀναμφιβόλως τῶν παρ' αὐτοῦ ὁμολογουμένων ἀνατραπήσεται. ἐκ γὰρ τῶν αὐτῶν ἔτι παρ' αὐτῷ λειψάνων τοῦ τε εὐαγγελίου καὶ τῶν ἐπιστολῶν εὑρισκομένων δειχθήσεται ὁ Χριστὸς τοῖς συνετοῖς μὴ ἀλλότριος εἶναι παλαιᾶς διαθήκης καὶ οἱ προφῆται οὖν οὐκ ἀλλότριοι ὄντες τῆς τοῦ κυρίου ἐνδημίας 2.106 καὶ ὅτι ἀνάστασιν σαρκὸς ὁ ἀπόστολος κηρύττει καὶ δικαίους τοὺς προφήτας ὀνομάζει καὶ ἐν σῳζομένοις ὑπάρχοντας τοὺς περὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντα ὅσα ἐστὶ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας σωτήριά τε καὶ ἅγια καὶ ἐκ θεοῦ ἐστηριγμένα ἔν τε τῇ πίστει καὶ ἐν τῇ γνώσει καὶ ἐν ἐλπίδι καὶ διδασκαλίᾳ. 10. Παραθήσομαι δὲ καὶ ἣν ἐποιησάμην κατ' αὐτοῦ πραγματείαν πρὶν τοῦ ταύτην μου τὴν σύνταξιν ἐσπουδακέναι διὰ τῆς ὑμῶν τῶν ἀδελφῶν προτροπῆς ποιήσασθαι. ἀπὸ ἐτῶν ἱκανῶν, ἀνερευνῶν τὴν τούτου τοῦ Μαρκίωνος ἐπινενοημένην ψευδηγορίαν καὶ ληρώδη διδασκαλίαν, αὐτὰς δὴ τὰς τοῦ προειρημένου βίβλους ἃς † κέκτηται μετὰ χεῖρας λαβών, τό τε παρ' αὐτῷ λεγόμενον εὐαγγέλιον καὶ τὸ ἀποστολικὸν καλούμενον παρ' αὐτῷ ἐξανθισάμενος καὶ ἀναλεξάμενος καθ' εἱρμὸν ἀπὸ τῶν προειρημένων δύο βιβλίων τὰ ἐλέγξαι αὐτὸν δυνάμενα, ἐδάφιόν τι συντάξεως ἐποιησάμην, ἀκολούθως τάξας κεφάλαια καὶ ἐπιγράψας ἑκάστῃ ῥήσει ˉα ˉβ ˉγ. καὶ οὕτως ἕως τέλους διεξῆλθον, ἐν οἷς φαίνεται ἠλιθίως καθ' ἑαυτοῦ ἔτι ταύτας τὰς παραμεινάσας τοῦ τε σωτῆρος καὶ