175
τοῦ ἀποστόλου λέξεις φυλάττων. αἱ μὲν γὰρ αὐτῶν παρηλλαγμένως ὑπ' αὐτοῦ ἐρρᾳδιουργήθησαν καὶ ὡς οὐκ εἶχεν τοῦ κατὰ Λουκᾶν εὐαγγελίου τὸ ἀντίγραφον οὔτε ἡ τοῦ ἀποστολικοῦ χαρακτῆρος ἔμφασις· ἄλλα δὲ φύσει ὡς ἔχει καὶ τὸ εὐαγγέλιον καὶ ὁ ἀπόστολος, μὴ ἀλλαγέντα ὑπ' αὐτοῦ, δυνάμενα δὲ αὐτὸν διελέγχειν, δι' ὧν δείκνυται ἡ παλαιὰ διαθήκη συμφωνοῦσα πρὸς τὴν νέαν καὶ ἡ καινὴ πρὸς τὴν παλαιὰν διαθήκην· ἄλλαι δὲ πάλιν λέξεις τῶν αὐτῶν βιβλίων ὑποφαίνουσαι Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ ἐν ἡμῖν τελείως ἐνηνθρωπηκέναι· ἀλλὰ καὶ ἄλλαι πάλιν ὁμολογοῦσαι τὴν τῶν νεκρῶν ἀνάστασιν καὶ τὸν θεὸν ἕνα ὄντα κύριον πάντων 2.107 παντοκράτορα, αὐτὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἐπὶ τῆς γῆς γενομένων, καὶ οὔτε παραχαράσσουσαι τοῦ εὐαγγελίου τὴν κλῆσιν οὔτε μὴν ἀρνούμεναι τὸν ποιητὴν καὶ δημιουργὸν τῶν πάντων, ἀλλὰ δηλοῦσαι τὸν σαφῶς ὡμολογημένον ὑπὸ τοῦ χαρακτῆρος τοῦ ἀποστολικοῦ καὶ τοῦ εὐαγγελικοῦ κηρύγματος. καὶ ἔστιν τὰ ἡμῖν πεπραγματευμένα ἐν ὑποκειμένοις παρατιθέμενα, ἅτινά ἐστι τάδε· Προοίμιον τῆς περὶ τῶν Μαρκίωνος βιβλίων ὑποθέσεώς τε καὶ ἐλέγχου. 11. Ὅτῳ φίλον ἐστὶ τὰς τοῦ ἀπατηλοῦ Μαρκίωνος νόθους ἐπινοίας ἀκριβοῦν καὶ τὰς ἐπιπλάστους τοῦ αὐτοῦ βοσκήματος μηχανὰς διαγινώσκειν, τούτῳ τῷ συλλελεγμένῳ πονήματι ἐντυχεῖν μὴ κατοκνείτω. ἐκ γὰρ τοῦ παρ' αὐτῷ εὐαγγελίου τὰ πρὸς ἀντίρρησιν τῆς πανούργου αὐτοῦ ῥᾳδιουργίας σπουδάσαντες παρεθέμεθα, ἵν' οἱ τῷ πονήματι ἐντυχεῖν ἐθέλοντες ἔχωσι τοῦτο γυμνάσιον ὀξύτητος, πρὸς ἔλεγχον τῶν ὑπ' αὐτοῦ ἐπινενοημένων ξενολεξιῶν. ὁ μὲν γὰρ χαρακτὴρ τοῦ κατὰ Λουκᾶν † σημαίνει τὸ εὐαγγέλιον· ὡς δὲ ἠκρωτηρίασται μήτε ἀρχὴν ἔχον μήτε μέσα μήτε τέλος, ἱματίου βεβρωμένου ὑπὸ πολλῶν σητῶν ἐπέχει τὸν τρόπον. εὐθὺς μὲν γὰρ ἐν τῇ ἀρχῇ πάντα τὰ ἀπ' ἀρχῆς τῷ Λουκᾷ πεπραγματευμένα τουτέστιν ὡς λέγει «ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν» καὶ τὰ ἑξῆς καὶ τὰ περὶ τῆς Ἐλισάβετ καὶ τοῦ ἀγγέλου εὐαγγελιζομένου Μαρίαν τὴν παρθένον, Ἰωάννου τε καὶ Ζαχαρίου καὶ τῆς ἐν Βηθλεὲμ γεννήσεως, γενεαλογίας καὶ τῆς τοῦ βαπτίσματος ὑποθέσεως-ταῦτα πάντα περικόψας ἀπεπήδησεν καὶ ἀρχὴν τοῦ εὐαγγελίου ἔταξε ταύτην «ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει 2.108 Τιβερίου Καίσαρος» καὶ τὰ ἑξῆς. ἐντεῦθεν οὖν οὗτος ἄρχεται καὶ οὐ καθ' εἱρμὸν πάλιν ἐπιμένει, ἀλλὰ τὰ μὲν ὡς προεῖπον παρακόπτει, τὰ δὲ προστίθησιν ἄνω κάτω, οὐκ ὀρθῶς βαδίζων ἀλλὰ ἐρρᾳδιουργημένως τὰ πάντα περινοστεύων, καὶ ἔστιν· ˉα. «Ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς»· «ἵνα ᾖ μαρτύριον τοῦτο ὑμῖν» ἀνθ' οὗ εἶπεν ὁ σωτήρ «εἰς μαρτύριον αὐτοῖς». ˉβ. «Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς». ˉγ. «Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου». ˉδ. «Ἰούδαν Ἰσκαριώτην, ὃς ἐγένετο προδότης». ἀντὶ δὲ τοῦ «κατέβη μετ' αὐτῶν» ἔχει «κατέβη ἐν αὐτοῖς». ˉε. «Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ. καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ» καὶ τὰ ἑξῆς. ˉ. «Κατὰ τὰ αὐτὰ ἐποίουν τοῖς προφήταις οἱ πατέρες ὑμῶν». ˉζ. «Λέγω δὲ ὑμῖν, τοσαύτην πίστιν οὐδὲ ἐν τῷ Ἰσραὴλ εὗρον». ˉη. Παρηλλαγμένον τό «μακάριος ὃς οὐ μὴ σκανδαλισθῇ ἐν ἐμοί»· εἶχε γὰρ ὡς πρὸς Ἰωάννην. ˉθ. «Αὐτός ἐστι περὶ οὗ γέγραπται· ἰδού, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου». 2.109 ˉι. «Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη. ἡ δὲ γυνὴ στᾶσα ὀπίσω ἡ ἁμαρτωλὸς παρὰ τοὺς πόδας ἔβρεξε τοῖς δάκρυσι τοὺς πόδας καὶ ἤλειψεν καὶ κατεφίλει». ˉιˉα. Καὶ πάλιν «αὕτη τοῖς δάκρυσιν ἔβρεξεν τοὺς πόδας μου καὶ ἤλειψεν καὶ κατεφίλει». ˉιˉβ. Οὐκ εἶχεν «ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ», ἀλλὰ μόνον «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου». ˉιˉγ. «Πλεόντων αὐτῶν ἀφύπνωσεν· ὁ δὲ ἐγερθεὶς