176
ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ». ˉιˉδ. «Ἐγένετο δὲ ἐν τῷ ὑπάγειν αὐτούς, συνέπνιγον αὐτὸν οἱ ὄχλοι. καὶ γυνὴ ἁψαμένη αὐτοῦ ἰάθη τοῦ αἵματος· καὶ εἶπεν ὁ κύριος· τίς μου ἥψατο;» καὶ πάλιν· «ἥψατό μού τις. καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ». ˉιˉε. «Ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν ἐπ' αὐτούς». ˉιˉ. «Λέγων, δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι». ˉιˉζ. «Καὶ ἰδοὺ δύο ἄνδρες συνελάλουν αὐτῷ, Ἠλίας καὶ Μωυσῆς ἐν δόξῃ». 2.110 ˉιˉη. «Ἐκ τῆς νεφέλης φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». ˉιˉθ. «Ἐδεήθην τῶν μαθητῶν σου». εἶχε δὲ παρὰ τό «οὐκ ἠδυνήθησαν ἐκβαλεῖν αὐτό» «καὶ πρὸς αὐτούς· ὦ γενεὰ ἄπιστος, ἕως πότε ἀνέξομαι ὑμῶν;» ˉκ. «Ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων». ˉκˉα. «Οὐδὲ τοῦτο ἀνέγνωτε, τί ἐποίησε ∆αυίδ· εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ». ˉκˉβ. «Εὐχαριστῶ σοι, κύριε τοῦ οὐρανοῦ». οὐκ εἶχεν δέ «καὶ τῆς γῆς», οὔτε «πάτερ» εἶχεν. ἐλέγχεται δέ· κάτω γὰρ εἶχεν «ναί, ὁ πατήρ». ˉκˉγ. Εἶπεν τῷ νομικῷ «ἐν τῷ νόμῳ τί γέγραπται;» καὶ ἀποκριθεὶς μετὰ τὴν ἀπόκρισιν τοῦ νομικοῦ εἶπεν «ὀρθῶς εἶπες. τοῦτο ποίει, καὶ ζήσῃ». ˉκˉδ. Καὶ εἶπεν «τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, αἰτῶν τρεῖς ἄρτους;» καὶ λοιπόν «αἰτεῖτε καὶ δοθήσεται. τίνα γὰρ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθὺν καὶ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ ἢ ἀντὶ ᾠοῦ σκορπίον; εἰ οὖν ὑμεῖς πονηροὶ οἴδατε δόματα ἀγαθά, πόσῳ μᾶλλον ὁ πατήρ;» ˉκˉε. Παρακέκοπται τὸ περὶ Ἰωνᾶ τοῦ προφήτου. εἶχεν γάρ «ἡ γενεὰ αὕτη, σημεῖον οὐ δοθήσεται αὐτῇ». οὐκ εἶχεν δὲ περὶ Νινευὴ καὶ βασιλίσσης νότου καὶ Σαλομῶνος. ˉκˉ. Ἀντὶ τοῦ «παρέρχεσθε τὴν κρίσιν τοῦ θεοῦ» εἶχεν «παρέρχεσθε τὴν κλῆσιν τοῦ θεοῦ». 2.111 ˉκˉζ. «Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνήματα τῶν προφητῶν καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς». ˉκˉη. Οὐκ εἶχεν «διὰ τοῦτο εἶπεν ἡ σοφία τοῦ θεοῦ· ἀποστέλλω εἰς αὐτοὺς προφήτας» καὶ περὶ αἵματος Ζαχαρίου καὶ Ἄβελ καὶ τῶν προφητῶν ὅτι ἐκζητηθήσεται ἐκ τῆς γενεᾶς ταύτης. ˉκˉθ. «Λέγω τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν βαλεῖν εἰς γέενναν». οὐκ εἶχεν δέ «οὐχὶ πέντε στρουθία ἀσσαρίων δύο πωλοῦνται καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ». ˉλ. Ἀντὶ τοῦ «ὁμολογήσει ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ» «ἐνώπιον τοῦ θεοῦ» λέγει. ˉλˉα. Οὐκ ἔχει τό «ὁ θεὸς ἀμφιέννυσι τὸν χόρτον». ˉλˉβ. «Ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων», τῶν σαρκικῶν δή. ˉλˉγ. «Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ θεοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν». ˉλˉδ. Ἀντὶ τοῦ «ὁ πατὴρ ὑμῶν» «ὁ πατήρ» εἶχεν. 2.112 ˉλˉε. Ἀντὶ τοῦ «δευτέρᾳ ἢ τρίτῃ φυλακῇ» εἶχεν «ἑσπερινῇ φυλακῇ». ˉλˉ. «Ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει». ˉλˉζ. «Μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν καὶ ὁ κριτὴς παραδώσει σε τῷ πράκτορι». ˉλˉη. Ἦν παρακεκομμένον ἀπὸ τοῦ «ἦλθόν τινες ἀναγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα συνέμιξε Πιλᾶτος μετὰ τῶν θυσιῶν αὐτῶν» ἕως ὅπου λέγει περὶ τῶν ἐν τῷ Σιλωὰμ δεκαοκτὼ ἀποθανόντων ἐν τῷ πύργῳ, καὶ τό «ἐὰν μὴ μετανοήσητε» καὶ τὰ ἑξῆς ἕως τῆς παραβολῆς τῆς συκῆς, περὶ ἧς εἶπεν ὁ γεωργὸς ὅτι «σκάπτω καὶ βάλλω κόπρια καὶ ἐὰν μὴ ποιήσῃ, ἔκκοψον». ˉλˉθ. «Ταύτην δὲ θυγατέρα Ἀβραάμ, ἣν ἔδησεν ὁ Σατανᾶς». ˉμ. Παρέκοψε πάλιν τό «τότε ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ»· ἀντὶ δὲ τούτου ἐποίησεν «ὅτε πάντας τοὺς δικαίους ἴδητε ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους»-ἐποίησε δέ «κρατουμένους»-»ἔξω», «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». ˉμˉα. Παρέκοψε πάλιν τό «ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν