178
συνελογίσθη». ˉξˉε. «Ἀπεσπάσθη ἀπ' αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ θεὶς τὰ γόνατα προσηύχετο». ˉξˉ. «Καὶ ἤγγισε καταφιλῆσαι αὐτὸν Ἰούδας καὶ εἶπεν». ˉξˉζ. Παρέκοψεν ὃ ἐποίησε Πέτρος, ὅτε ἐπάταξε καὶ ἀφείλετο τὸ οὖς τοῦ δούλου τοῦ ἀρχιερέως. ˉξˉη. «Οἱ συνέχοντες ἐνέπαιζον δέροντες καὶ τύπτοντες καὶ λέγοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε;» ˉξˉθ. Προσέθετο μετὰ τό «τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος» «καὶ καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας». ˉο. Προσθήκη μετὰ τό «κελεύοντα φόρους μὴ δοῦναι» «καὶ ἀποστρέφοντα τὰς γυναῖκας καὶ τὰ τέκνα». ˉοˉα. «Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Κρανίου τόπος ἐσταύρωσαν αὐτὸν καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ καὶ ἐσκοτίσθη ὁ ἥλιος». ˉοˉβ. Παρέκοψε τό «σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». ˉοˉγ. «Καὶ φωνήσας φωνῇ μεγάλῃ ἐξέπνευσεν». ˉοˉδ. «Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσήφ, καθελὼν τὸ σῶμα ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν ἐν μνήματι λαξευτῷ». ˉοˉε. «Καὶ ὑποστρέψασαι αἱ γυναῖκες ἡσύχασαν τὸ σάββατον κατὰ τὸν νόμον». 2.117 ˉοˉ. «Εἶπαν οἱ ἐν ἐσθῆτι λαμπρᾷ· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἠγέρθη, μνήσθητε ὅσα ἐλάλησεν ἔτι ὢν μεθ' ὑμῶν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παθεῖν καὶ παραδοθῆναι». ˉοˉζ. Παρέκοψε τὸ εἰρημένον πρὸς Κλεόπαν καὶ τὸν ἄλλον, ὅτε συνήντησεν αὐτοῖς, τό «ὦ ἀνόητοι καὶ βραδεῖς τοῦ πιστεύειν πᾶσιν, οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν;» καὶ ἀντὶ δὲ τοῦ «ἐφ' οἷς ἐλάλησαν οἱ προφῆται» ἐποίησεν «ἐφ' οἷς ἐλάλησα ὑμῖν». ἐλέγχεται δὲ ὅτι «ὅτε ἔκλασε τὸν ἄρτον, ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν». ˉοˉη. «Τί τεταραγμένοι ἐστέ; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι πνεῦμα ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». Ἔτι δὲ καὶ ταῦτα συνάπτομεν κατὰ τοῦ προειρημένου αἱρεσιάρχου ταύτῃ τῇ παρ' ἡμῶν κατ' αὐτοῦ πεπραγματευμένῃ σχέσει, ἅτινα παρ' αὐτῷ πάλιν ἐφεύρομεν, ὡς ἐν ἐθελοδοκήσει τῶν τοῦ ἀποστόλου Παύλου ἐπιστολῶν, οὐχ ὅλων ἀλλ' ἐνίων ὧν ἐν τῷ τέλει τῆς πάσης πραγματείας αἱ ὀνομασίαι ὑφ' ἡμῶν ἐνετάχθησαν, ὡς παρ' αὐτῷ τὸ ἀποστολικὸν ἐμφέρεται καὶ αὐτῶν δὲ ἠκρωτηριασμένων συνήθως τῇ αὐτοῦ ῥᾳδιουργίᾳ, *, ὡς καὶ ἐν τῷ προταχθέντι ὀνόματι εὐαγγελίῳ 2.118 λείψανα μὲν τοῦ ἀληθινοῦ εὐαγγελίου *, εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ὅμως δὲ τὰ πάντα δεινῶς μηχανευσάμενος ἐνόθευσεν. Τῆς πρὸς Ῥωμαίους, παρ' αὐτῷ ˉδ, ἐν δὲ τῷ ἀποστολικῷ ˉα. ˉα ˉκˉη. «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται». ˉβ ˉκˉθ. «Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν». ˉγ ˉλ. «Ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ». ˉδ ˉλˉα. «Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν». ˉε ˉλˉβ. «Ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή». ˉ ˉλˉγ. «Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν». ˉζ ˉλˉδ. «Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι». ˉη ˉλˉε. «Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον νόμον πεπλήρωκε». 2.119 Πρὸς Θεσσαλονικεῖς ˉα, παρ' αὐτῷ ˉε, παρ' ἡμῖν δὲ ˉη. Πρὸς Θεσσαλονικεῖς ˉβ, παρ' αὐτῷ ˉ, παρ' ἡμῖν δὲ ˉθ. Τῆς πρὸς Ἐφεσίους, παρ' αὐτῷ ˉζ, παρ' ἡμῖν δὲ ˉε. ˉα ˉλˉ. «Μνημονεύοντες ὑμεῖς ποτε τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ· νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν» καὶ τὰ ἑξῆς. ˉβ ˉλˉζ. «∆ιὸ λέγει· ἔγειρε ὁ καθεύδων