179
καὶ ἀνάστα ἐκ νεκρῶν καὶ ἐπιφαύσει σοὶ ὁ Χριστός». ˉγ ˉλˉη. «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν» παρὰ τό «τῇ γυναικί». Τῆς πρὸς Κολασσαεῖς, παρ' αὐτῷ ˉη, παρ' ἡμῖν δὲ ˉζ. ˉα ˉλˉθ. «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας καὶ σαββάτων, ὅ ἐστι σκιὰ τῶν μελλόντων». 2.120 Πρὸς Φιλήμονα, παρ' αὐτῷ ˉθ, παρ' ἡμῖν δὲ ˉιˉγ ἢ καὶ ˉιˉδ. Πρὸς Φιλιππησίους, παρ' αὐτῷ ˉι, παρ' ἡμῖν δὲ ˉ. Τῆς πρὸς Λαοδικεῖς παρ' αὐτῷ ˉιˉα. ˉα ˉμ. «Εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν». Ἀπὸ τῆς πρὸς Γαλάτας, παρ' αὐτῷ ˉα, παρ' ἡμῖν δὲ ˉδ. ˉα. «Μάθετε ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. ὅσοι γὰρ ὑπὸ νόμον, ὑπὸ κατάραν εἰσίν· ὁ δὲ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς». ˉβ. «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου». «ὁ δὲ ἐκ τῆς ἐπαγγελίας, διὰ τῆς ἐλευθέρας». ˉγ. «Μαρτύρομαι δὲ πάλιν ὅτι ἄνθρωπος περιτετμημένος ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι». ˉδ. Ἀντὶ τοῦ «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ» ἐποίησε «δολοῖ». ˉε. «Ὁ γὰρ πᾶς νόμος ὑμῖν πεπλήρωται· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». ˉ. «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία ἀκαθαρσία ἀσέλγεια εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις ζῆλοι θυμοὶ ἐριθεῖαι διχοστασίαι αἱρέσεις φθόνοι μέθαι κῶμοι, ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν». 2.121 ˉζ. «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις». ˉη. «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν». Τῆς πρὸς Κορινθίους ˉα, παρ' αὐτῷ δὲ Μαρκίωνι ˉβ καὶ παρ' ἡμῖν ˉβ. ˉα ˉθ. «Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». ˉβ ˉι. «Ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω». ˉγ ˉιˉα. «Τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». ˉδ ˉιˉβ. «Γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καὶ πάλιν· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι». ˉε ˉιˉγ. «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός». ˉ ˉιˉδ. «Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν». ˉζ ˉιˉε. Μετηλλαγμένως· ἀντὶ γὰρ τοῦ «ἐν τῷ νόμῳ» λέγει «ἐν τῷ Μωυσέως νόμῳ». λέγει δὲ πρὸ τούτου· «ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει;». 2.122 ˉη ˉιˉ. «Μὴ τῶν βοῶν μέλει τῷ θεῷ;» ˉθ ˉιˉζ. «Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔφαγον βρῶμα καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα. ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησε. ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὡς γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν. μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν», ἕως ὅπου λέγει «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ ἡμῖν» καὶ τὰ ἑξῆς. ˉι ˉιˉη. «Τί οὖν φημι; ὅτι ἱερόθυτον τί ἐστιν ἢ εἰδωλόθυτον τί ἐστιν; ἀλλ' ὅτι ἃ θύουσι, δαιμονίοις καὶ οὐ θεῷ». προσέθετο δὲ ὁ Μαρκίων τὸ ἱερόθυτον. ˉιˉα ˉιˉθ. «Ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων». ˉιˉβ ˉκ. «Ἀλλὰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα». ˉιˉγ ˉκˉα. Πεπλανημένως ὁ Μαρκίων μετὰ τό «ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι» προσέθετο «διὰ τὸν νόμον». ˉιˉδ ˉκˉβ. «Ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω πρὸς τὸν λαὸν τοῦτον». 2.123 ˉιˉε ˉκˉγ. «Αἱ γυναῖκες ἐν ἐκκλησίᾳ σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται