180
αὐταῖς λαλεῖν· ἀλλ' ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει». ˉιˉ ˉκˉδ. Περὶ ἀναστάσεως νεκρῶν· «γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν». καὶ ὅτι «εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον» καὶ τὰ ἑξῆς. «οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε», «ὅτι Χριστὸς ἀπέθανε καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ». «ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος». Τῆς πρὸς Κορινθίους ˉβ, παρ' αὐτῷ δὲ καὶ παρ' ἡμῖν ˉγ. ˉα ˉκˉε. «Ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί· διὸ καὶ δι' αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ». ˉβ ˉκˉ. «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ, ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψει». ˉγ ˉκˉζ. «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν». ἐξέκοψεν δὲ τό «κατὰ τὸ γεγραμμένον». Αὕτη ἡ νενοθευμένη τοῦ Μαρκίωνος σύνταξις, ἔχουσα μὲν χαρακτῆρα καὶ τύπον τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, καὶ Παύλου τοῦ ἀποστόλου οὐχ ὅλον, οὐ πασῶν τῶν αὐτοῦ ἐπιστολῶν, ἀλλὰ μόνον τῆς πρὸς Ῥωμαίους καὶ τῆς πρὸς Ἐφεσίους καὶ τῆς πρὸς Κολασσαεῖς καὶ τῆς πρὸς Λαοδικεῖς καὶ ἀπὸ τῆς πρὸς Γαλάτας καὶ τῆς πρὸς Κορινθίους πρώτης καὶ δευτέρας καὶ τῆς πρὸς Θεσσαλονικεῖς πρώτης καὶ δευτέρας καὶ τῆς πρὸς Φιλήμονα καὶ τῆς πρὸς Φιλιπ2.124 πησίους· καὶ τῆς πρὸς Τιμόθεον πρώτης καὶ δευτέρας καὶ τῆς πρὸς Τίτον καὶ τῆς πρὸς Ἑβραίους * τῶν ἐμφερομένων παρ' αὐτῷ, ὡς οὐ πληρεστάτων οὐσῶν, ἀλλὰ ὡς ἐν παραχαράξει. πανταχόθεν δὲ τὴν αὐτὴν σύνταξιν * ἐρρᾳδιουργημένην καὶ ἔν τισι λέξεσιν ἐπιποιήτως προσθήκην ἔχουσαν, οὐκ εἰς ὠφέλειαν, ἀλλὰ εἰς ἥσσονας καὶ ἐπιβλαβεῖς ξενολεξίας κατὰ τῆς ὑγιοῦς πίστεως ἐκ τοῦ αὐτοῦ ἐμβεβροντημένου νοῦ † βοσκήματος. Ταῦτα δὲ ἡμῖν πεπόνηται καὶ πεπολυπραγμόνηται ἐκ τῆς παρ' αὐτῷ προλελεγμένης γραφῆς, ἀποστόλου τε καὶ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, ὅπως εἰδέναι ἔχοιεν πάντες οἱ πειρώμενοι ἀντιλέγειν τῇ αὐτοῦ πλάνῃ, ὅτι τὰ μὲν παρηλλαγμένα ῥήματα κατὰ ῥᾳδιουργίαν ἐντέτακται, ὅσα δὲ οὐκ ἐμφέρεται ἐν τοῖς οἰκείοις τόποις συληθέντα ὑπάρχει ὑπὸ τῆς αὐτοῦ τόλμης· ταῦτα γὰρ ἐδόκει ὁ κτηνώδης μόνα ἐναντία εἶναι ἀντιλέγειν τῇ αὐτοῦ ἐπιπλάστῳ διανοίᾳ. Ἔστιν δὲ τρίτον ἡμῶν τῆς φιλοκαλίας * τὸ συναγαγεῖν ὅσα παρ' αὐτῷ τε καὶ παρ' ἡμῖν ηὕρηται συνᾴδοντα καὶ ἔχοντα ἔμφασιν ἐνσάρκου παρουσίας τῆς τοῦ σωτῆρος καὶ μαρτυρίας συμφωνίας τῆς καινῆς πρὸς παλαιὰν διαθήκην καὶ ὁμολογίας τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ ὁμολογοῦντος τὸν θεὸν ποιητὴν οὐρανοῦ τε καὶ γῆς, αὐτόν τε λαλήσαντα ἐν νόμῳ καὶ ἐν προφήταις, ἴδιον δὲ τοῦτον εἶναι πατέρα αὐτοῦ. καὶ αὕτη μὲν τῆς προειρημένης ἡμῶν ὑποθέσεως ἡ σχολιοποιηθεῖσα σύντομος ὑπομνηματικὴ ἐξ ἀντιγράφων τοῦ Μαρκίωνος σύνταξις πρὸς ἔπος ὡς ἐδάφιον ἡμῖν γεγραμμένη. ἵνα δὲ μὴ τὰ ἐν αὐτῇ δυσνόητα παρά τισι σκοτεινῶς ἀγνοούμενα ἐμφέρηται, αὖθις πάλιν τοὺς ἀριθμοὺς τῶν ἐπιγραφῶν, πρώτου φημὶ καὶ δευτέρου καὶ τρίτου κεφαλαίου, καθ' εἱρμὸν ἐπιλύσω, δι' ἣν αἰτίαν ἑκάστη λέξις ἀνελέχθη καὶ ἐνταῦθα μετεβλήθη. ἄρξομαι δὲ τοῦ λέγειν οὕτως·
2.125 Σχόλιον ˉα ἀπὸ τοῦ εὐαγγελίου τοῦ παρ' αὐτῷ τῷ Μαρκίωνι. ˉα. «Ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς»· «ἵνα ᾖ μαρτύριον τοῦτο ὑμῖν» ἀνθ' οὗ εἶπεν ὁ σωτήρ «εἰς μαρτύριον αὐτοῖς». 20Ἔλεγχος20 ˉα. Πῶς ἠδύνατο ὁ κύριος ὁ κατὰ τοῦ νόμου καὶ κατὰ τοῦ θεοῦ τοῦ νόμου ἔχων τὴν αὐτοῦ διδασκαλίαν, ὡς σὺ φῄς, λέγειν τοῖς ὑπ' αὐτοῦ θεραπευομένοις, φημὶ δὲ τῷ λεπρῷ· «ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ»; «ἱερεῖ» γὰρ