181
λέγων οὐκ ἀθετεῖ τὴν τοῦ νόμου ἱερωσύνην· «καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου» κἄν τε ἀποκόψῃς «τὸ δῶρον», φανήσεται ἐκ τοῦ προσένεγκε ὅτι περὶ δώρου λέγει· «περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξε Μωυσῆς»· εἰ γὰρ τοῦ Μωυσέως τὸ πρόσταγμα συμβουλεύει γενέσθαι, οὐκ ἀθετεῖ οὐδὲ βλασφημεῖ τὸν θεὸν τοῦ νόμου, ἀλλὰ ὁμολογεῖ καὶ ἑαυτὸν καὶ τὸν αὐτοῦ πατέρα θεὸν τὸν νόμον τῷ Μωυσῇ δεδωκέναι. διέστρεψας δὲ τὸ ῥητόν, ὦ Μαρκίων, ἀντὶ τοῦ εἰπεῖν «εἰς μαρτύριον αὐτοῖς» «μαρτύριον» λέγων «ὑμῖν». καὶ τοῦτο σαφῶς ἐψεύσω κατὰ τῆς σαυτοῦ κεφαλῆς. εἰ γὰρ μαρτύριον ὑμῖν ἔλεγεν, ἐμμάρτυρον αὐτὸν ἐποίει ὅτι «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι». 20Σχόλιον20 ˉβ. «Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς». 20Ἔλεγχος20 ˉβ. Εἰ οὖν υἱὸν ἀνθρώπου ἑαυτὸν καλεῖ, οὐκ ἀρνεῖται τὴν ἐνανθρώπησιν ὁ μονογενὴς καὶ μάτην παρὰ σοὶ ᾄδεται τὸ δοκήσει πεφηνέναι. καὶ εἰ ἔχει ἐξουσίαν ἐπὶ τῆς γῆς, οὐκ ἀλλοτρία ἡ γῆ τῶν αὐτοῦ ποιημάτων καὶ τοῦ αὐτοῦ πατρός. 20Σχόλιον20 ˉγ. «Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου». 20Ἔλεγχος20 ˉγ. ∆ύο εὐθὺς ἐν ταὐτῷ, καὶ υἱὸν ἀνθρώπου καὶ κύριον σαββάτου ἑαυτὸν ὁ σωτὴρ ὁμολογεῖ διδάσκων, ἵνα μὴ τὸ σάββατον ἀλλότριον τῆς αὐτοῦ ποιήσεως * νομίζηται, κἄν τε τὸ ἔσχατον υἱὸς ἀνθρώπου ἀπὸ τῆς ἐνσάρκου παρουσίας κληθῇ. 2.126 20Σχόλιον20 ˉδ. «Ἰούδαν Ἰσκαριώτην, ὃς ἐγένετο προδότης». ἀντὶ δὲ τοῦ «κατέβη μετ' αὐτῶν» ἔχει «κατέβη ἐν αὐτοῖς». 20Ἔλεγχος20 ˉδ. Ἰούδας Ἰσκαριώτης, «ὃς ἐγένετο προδότης». τίνος,λέγε. πάντως τοῦ συλληφθέντος, ναὶ μὴν καὶ ἐσταυρωμένου καὶ πολλὰ πεπονθότος. πῶς οὖν συλληφθεὶς σταυροῦται ὁ μὴ ὑπὸ ἁφὴν ὑποπίπτων κατὰ τὸν σὸν λόγον, ὦ Μαρκίων; δόκησιν γὰρ εἶναι λέγεις. ἐλεγχθήσεται δὲ ἡ ὑπόνοιά σου ἀπὸ τοῦ γεγράφθαι Ἰούδαν προδότην. προέδωκε γὰρ καὶ παρέδωκεν εἰς χεῖρας ἀνθρώπων τὸν ἑαυτοῦ δεσπότην. οὐδὲν δέ σε ὤνησε τὸ «κατέβη ἐν αὐτοῖς» λέγειν ἀντὶ τοῦ «μετ' αὐτῶν». οὐ γὰρ δύνασαι φαντασίαν ὁρίζειν τὸν παρὰ σοὶ καὶ ἀκοντὶ ὕστερον ὑπὸ ἁφὴν πίπτοντα δεικνύμενον. 20Σχόλιον20 ˉε. «Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ. καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ» καὶ τὰ ἑξῆς. 20Ἔλεγχος20 ˉε. Πῶς πάλιν ὁ ὄχλος ἠδύνατο ἅψασθαι τοῦ ἁφὴν μὴ ἔχοντος; ποίους δὲ ὀφθαλμοὺς ἐπῆρεν εἰς οὐρανοὺς ὁ ἐκ σαρκὸς μὴ ἡρμοσμένος; ἀλλ' ἵνα δείξῃ ὅτι μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, ἔχων τὰ ἀμφότερα, ἐξ ἀνθρώπων μὲν τὴν σάρκα, ἐκ δὲ θεοῦ πατρὸς τὴν ἀόρατον οὐσίαν. 20Σχόλιον20 ˉ. «Κατὰ τὰ αὐτὰ ἐποίουν τοῖς προφήταις οἱ πατέρες ὑμῶν». 20Ἔλεγχος20 ςˉ. Εἰ προφητῶν μέμνηται, οὐκ ἀρνεῖται προφήτας· εἰ ἐκδικεῖ τὸν τῶν προφητῶν φόνον καὶ ὀνειδίζει τοὺς πεφονευκότας τε καὶ διώξαντας, οὐκ ἀλλότριος προφητῶν τυγχάνει, ἀλλὰ θεὸς αὐτῶν ὑπάρχει, ὁ τὴν σύστασιν αὐτῶν ποιούμενος. 20Σχόλιον20 ˉζ. «Λέγω δὲ ὑμῖν, τοσαύτην πίστιν οὐδὲ ἐν τῷ Ἰσραὴλ ηὗρον». 20Ἔλεγχος20 ˉζ. Εἰ οὐδὲ ἐν τῷ Ἰσραὴλ τοιαύτην πίστιν εὗρεν ὡς ἐν τῷ ἀπὸ ἐθνῶν ἐλθόντι ἑκατοντάρχῃ, ἄρα οὐ ψέγει τὴν τοῦ Ἰσραὴλ 2.127 πίστιν. εἰ γὰρ ἀλλοτρίου θεοῦ ὑπῆρχεν καὶ οὐκ αὐτοῦ καὶ τοῦ αὐτοῦ πατρός, οὐκ ἂν ταύτης ἐποιεῖτο τὸν ἔπαινον. 20Σχόλιον20 ˉη. Παρηλλαγμένον τὸ «μακάριος ὃς οὐ μὴ σκανδαλισθῇ ἐν ἐμοί»· εἶχε γὰρ ὡς πρὸς Ἰωάννην. 20Ἔλεγχος20 ˉη. Κἄν τε πρὸς Ἰωάννην ἔχοι, κἄν τε πρὸς αὐτὸν τὸν σωτῆρα, μαχαρίζει τοὺς μὴ σκανδαλιζομένους, ἤτοι ἐν αὐτῷ ἤτοι ἐν Ἰωάννῃ,