182
ἵνα μὴ ἃ μὴ ἀκούωσι παρ' αὐτοῦ ἑαυτοῖς πλάσσωνται. ἔχει δὲ μείζονα θεωρίαν, δι' ἣν φύσει εἴρηκεν ὁ σωτήρ· ἵνα μή τις τὸν μείζονα ἐν γεννητοῖς γυναικῶν ὑπ' αὐτοῦ ταχθέντα Ἰωάννην, καὶ αὐτοῦ τοῦ σωτῆρος μείζονα νομίσῃ διὰ τὸ καὶ αὐτὸν ἐκ γυναικὸς γεγεννῆσθαι, ἀσφαλίζεται καὶ λέγει τό «καὶ μακάριος ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί». ὅθεν λέγει «ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ μείζων αὐτοῦ ἐστιν». ἦν γὰρ ὁ σωτὴρ τῷ χρόνῳ κατὰ τὴν ἀπὸ σαρκὸς γέννησιν μικρότερος αὐτοῦ ἑξαμηνιαίῳ χρόνῳ, μείζων δὲ ἐν τῇ βασιλείᾳ, δῆλον ὡς θεὸς αὐτοῦ. οὐδὲν γὰρ ἦλθεν ὁ μονογενὴς ἐν κρυφῇ λαλῆσαι ἢ καταψεύσασθαί τι τοῦ ἰδίου κηρύγματος. φάσκει γὰρ ὅτι «οὐκ ἐν κρυφῇ λελάληκα, ἀλλὰ μετὰ παρρησίας». ἀλήθεια γάρ ἐστιν, ὡς λέγει «ἐγὼ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια». οὐδὲ τοίνυν ἡ ὁδὸς πλάνην ἔχει οὔτε ἡ ἀλήθεια κρύπτουσα ἑαυτὴν λαλεῖ τὸ ψεῦδος. 20Σχόλιον20 ˉθ. «Αὐτός ἐστι περὶ οὗ γέγραπται· ἰδού, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου». 20Ἔλεγχος20 ˉθ. Εἰ ἐπιγινώσκει ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τὸν Ἰωάννην καὶ προγινώσκει, προγινώσκων δὲ ὑποδείκνυσι τοῖς βουλομένοις εἰδέναι τὴν ἀλήθειαν ὅτι οὗτός ἐστι περὶ οὗ γέγραπται «ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου», ἄρα ὁ γράψας καὶ εἰπών «ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου», ὁ θεὸς ὁ αἰώνιος, ὁ ἐν τοῖς προφήταις λαλήσας καὶ ἐν νόμῳ, οὐκ ἀλλότριος ἦν τοῦ ἰδίου υἱοῦ Ἰησοῦ Χριστοῦ. ἀποστέλλει γὰρ αὐτοῦ τὸν ἄγγελον 2.128 πρὸ προσώπου αὐτοῦ, πρὸ προσώπου υἱοῦ ἐκ πατρὸς τιμωμένου. οὐ γὰρ ἀπέστελλε τὸν αὐτοῦ ἄγγελον ἀλλοτρίῳ ἐξυπηρετησόμενον, ᾧπερ καὶ ἀντίθετος ἦν αὐτῷ κατὰ τὸν σοῦ, ὦ Μαρκίων, λόγον. 20Σχόλιον20 ˉι. «Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη. ἡ δὲ γυνὴ στᾶσα ὀπίσω ἡ ἁμαρτωλὸς παρὰ τοὺς πόδας ἔβρεξε τοῖς δάκρυσι τοὺς πόδας, καὶ ἤλειψεν καὶ κατεφίλει». 20Ἔλεγχος20 ˉι. Τό «εἰσελθών» σῶμα δείκνυσιν· οἶκον γὰρ δείκνυσι καὶ μέτρον σώματος. καὶ τὸ κατακλιθῆναι οὐδενός ἐστιν ἀλλ' ἢ σῶμα ἔχοντος ὀγκηρὸν τὸ κατακείμενον· καὶ τὸ τὴν γυναῖκα βρέξαι τοῖς δάκρυσι τοὺς πόδας οὐ φαντασίας πόδας, οὐδὲ δοκήσεως· ἤλειψε γὰρ καὶ ἔβρεξε καὶ κατεφίλει, τῆς ἁφῆς τοῦ σώματος αἰσθανομένη. 20Σχόλιον20 ˉιˉα. Καὶ πάλιν· «αὕτη τοῖς δάκρυσιν ἔβρεξε τοὺς πόδας μου καὶ ἤλειψε καὶ κατεφίλει». 20Ἔλεγχος20 ˉιˉα. Ἵνα μὴ νομίσῃς, ὦ Μαρκίων, μόνον νομίζεσθαι παρὰ ἀνθρώποις τὴν ἁμαρτωλὸν γυναῖκα τοὺς πόδας τοῦ σωτῆρος βρέξαι τε καὶ ἀλεῖψαι καὶ καταπεφιληκέναι, αὐτὸς ὁ σωτὴρ ἐπιβεβαιοῖ, οὐ κατὰ δόκησιν ταῦτα γεγενῆσθαι διδάσκων, ἀλλὰ ἐξ ἀληθείας, πρὸς ἔλεγχον τοῦ Φαρισαίου καὶ σοῦ τοῦ Μαρκίωνος καὶ τῶν κατὰ σέ, διισχυριζόμενος καὶ λέγων «αὕτη τοὺς πόδας μου ἤλειψε καὶ κατεφίλει». πόδας δὲ ποίους ἀλλὰ τοὺς ἐκ σαρκὸς καὶ ὀστέων καὶ τῶν ἄλλων ὑπάρχοντας; 20Σχόλιον20 ˉιˉβ. Οὐκ εἶχεν «ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ», ἀλλὰ μόνον «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου». 20Ἔλεγχος20 ˉιˉβ. Κἄν τε ἀνωτέρω παρακόψῃς, ὦ Μαρκίων, τὸ ῥητὸν τοῦ εὐαγγελίου, ἵνα ποιήσῃς τὸν εὐαγγελιστὴν μὴ συντιθέμενον τῇ ὑπό τινων ῥηθείσῃ λέξει ὅτι «ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου», οὐ δύνασαι ὑπερβαίνειν τὴν ἀλήθειαν. διὰ τί γὰρ μὴ πολλὰς ἐκάλεσε μητέρας; διὰ τί μὴ πολλὰς εἶπε πατρίδας; πόσοι πόσα λέγουσι περὶ Ὁμήρου; ἄλλοι μὲν Αἰγύπτιον φάσκοντες, ἄλλοι δὲ Χῖον, ἄλλοι Κολοφώνιον, ἄλλοι Φρύγα, ἄλλοι Σμυρναῖον, Μέλητος καὶ Κριθηΐδος· 2.129 Ἀθηναῖον δὲ αὐτὸν οἱ περὶ Ἀρίσταρχον ἀπεφήναντο· ἄλλοι δὲ Λυδὸν Μαίονος, ἄλλοι δὲ Κύπριον Προποδιάδος περιοικίδος τῆς Σαλαμινίων περιμέτρου, καίτοι γε ἄνθρωπον. διὰ δὲ τὸ ἐν