183
πολλαῖς πατρίσι γεγενῆσθαι πολλοὺς εἰς διάφορον ὑφήγησιν ἐλήλακεν. ὧδε δὲ περὶ θεοῦ λέγοντες καὶ Χριστοῦ οὐ πολλὰς ὑπέλαβον μητέρας, ἀλλὰ τὴν μίαν τὴν ὄντως αὐτὸν γεγεννηκυῖαν, καὶ οὐ πολλοὺς ἀδελφούς, ἀλλὰ τοὺς υἱοὺς Ἰωσὴφ ἐκ τῆς ὄντως αὐτοῦ ἄλλης γυναικός· καὶ οὐ δύνασαι κατὰ τῆς ἀληθείας ὁπλίζεσθαι. καὶ μή σε πλανάτω ὁ λόγος, ὃν εἶπεν ὁ κύριος «τίς μου ἡ μήτηρ καὶ οἱ ἀδελφοί;» οὐ γὰρ ἀρνούμενος τὴν μητέρα ταῦτ' ἔφη, ἀλλὰ τὸ ἄκαιρον ἀνατρέπων τοῦ εἰπόντος, τοσούτου ὄχλου περιεστῶτος καὶ τῆς αὐτοῦ σωτηριώδους διδασκαλίας προχεομένης καὶ αὐτοῦ ἐπὶ τὰς ἰάσεις καὶ τὸ κήρυγμα ἀσχολουμένου· ἀπασχόλησις γὰρ ἐδόκει εἶναι τὸ τὸν εἰπόντα ἐκκόψαι αὐτὸν διὰ τοῦ εἰπεῖν «ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου». καὶ εἰ μὴ ὅτι διὰ χαρᾶς ἔσχεν οὐχ ὡς ἀγνοῶν ὅτι ἥκασι πρὸ τοῦ ἀκηκοέναι, ἀλλὰ προγινώσκων ὅτι ἔξω ἑστήκασιν, ἐπεὶ ἂν μετ' ἐπιτιμίας τὴν ἄκαιρον τοῦ εἰπόντος φωνὴν ἀνέτρεψεν, ὡς καὶ τῷ Πέτρῳ ποτὲ ἔφη «ἀπόστα ἀπ' ἐμοῦ, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων». 20Σχόλιον20 ˉιˉγ. «Πλεόντων αὐτῶν ἀφύπνωσεν· ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ». 20Ἔλεγχος20 ˉιˉγ. Τίς ὕπνωσεν, λέγε. περὶ τῆς θεότητος οὐ τολμήσεις λέγειν· εἰ δὲ κἂν εἴποις, κατὰ τῆς σαυτοῦ κεφαλῆς, θεήλατε, βλασφημήσεις. παντὶ δέ τῳ δῆλόν ἐστιν ὅτι ὁ ἐν ἀληθείᾳ ἐνανθρωπήσας ὕπνου χρῄζων διὰ τὸ σωματικὸν ὕπνωσεν. οἱ γὰρ αὐτὸν διυπνίσαντες οὐ δόκησιν εἶδον, ἀλλὰ ἐνανθρώπησιν ἀληθινήν. ἀμέλει χερσὶ κινοῦντες καὶ φωνήσαντες μαρτυροῦσιν ὅτι ἤγειραν. «ἀναστὰς γάρ», φησίν, ὁ κοιμηθεὶς θεὸς σαρκοφόρος, ὁ ἀπ' οὐρανοῦ κατελθὼν καὶ σάρκα δι' ἡμᾶς ἀμφιασάμενος, «ἠγέρθη» μὲν ὡς ἄνθρωπος, «ἐπετίμησε» δὲ ὡς θεὸς τῇ θαλάσσῃ καὶ ἐποίησεν γαλήνην. 2.130 20Σχόλιον20 ˉιˉδ. «Ἐγένετο δὲ ἐν τῷ ὑπάγειν αὐτούς, συνέπνιγον αὐτὸν οἱ ὄχλοι. καὶ γυνὴ ἁψαμένη αὐτοῦ ἰάθη τοῦ αἵματος. καὶ εἶπεν ὁ κύριος, τίς μου ἥψατο;» καὶ πάλιν «ἥψατό μού τις. καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ». 20Ἔλεγχος20 ˉιˉδ. «Ἐν τῷ ὑπάγειν αὐτούς», καὶ οὐκ εἶπεν «ἐν τῷ ὑπάγειν αὐτόν», ἵνα μὴ ἑτέρως αὐτὸν σχηματίσῃ παρὰ τὴν τῶν ὁδοιπορούντων ἀκολουθίαν. τὸ δέ «συνέπνιγον αὐτὸν οἱ ὄχλοι», πνεῦμα οὐκ ἠδύναντο συμπνίγειν οἱ ὄχλοι. γυνὴ δὲ ἁψαμένη καὶ ἰαθεῖσα οὐκ ἀέρος ἥψατο, ἀλλὰ ἁφῆς ἀνθρωπείας. ἵνα γὰρ δείξῃ ὅτι οὐχὶ δοκήσει μόνον ἡ ἁφὴ τοῦ σώματος αὐτοῦ ὑπὸ τῆς γυναικὸς γεγένηται, διδάσκει λέγων «τίς μου ἥψατο; καὶ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ». 20Σχόλιον20 ˉιˉε. «Ἀναβλέψας εἰς τοὺς οὐρανοὺς ηὐλόγησεν ἐπ' αὐτούς». 20Ἔλεγχος20 ˉιˉε. Εἰ ἀνέβλεψεν εἰς οὐρανοὺς καὶ ηὐλόγησεν ἐπ' αὐτούς, οὐ δοκήσει εἶχε τῶν τε ὀφθαλμῶν καὶ τῶν ἄλλων μελῶν τὰ σχήματα. 20Σχόλιον20 ˉιˉ. «Λέγων, δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι». 20Ἔλεγχος20 ˉιˉ. Εἰ υἱὸν ἀνθρώπου καὶ παθεῖν καὶ ἀποκτανθῆναι * ἑαυτὸν ὁμολογεῖ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, κατὰ σοῦ ἀξίνη ἐστὶν αὕτη ἐκτέμνουσά σου πᾶσαν τὴν ῥίζαν, ὦ ἐξ ἀκανθῶν γεγεννημένε Μαρκίων καὶ νεφέλη ἄνυδρε, δένδρον τε ἄκαρπον καὶ φθινοπωρινόν. καὶ γάρ φησι πάλιν «καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθῆναι». τί δὲ τὸ ἐγερθέν, ἀλλὰ αὐτὸ τὸ πεπονθὸς καὶ ταφὲν ἐν τῷ μνημείῳ; δόκησις δὲ ἢ ἄνεμος ἢ πνεῦμα ἢ φαντασία κηδείαν καὶ ταφὴν οὐκ ἐνεδέχετο καὶ ἀνάστασιν. 20Σχόλιον20 ˉιˉζ. «Καὶ ἰδού, δύο ἄνδρες συνελάλουν αὐτῷ, Ἠλίας καὶ Μωυσῆς ἐν δόξῃ». 20Ἔλεγχος20 ˉιˉζ. Τάχα, οἶμαι, διὰ τῶν λόγων τούτων τὸ παρὰ τῷ ἁγίῳ Ζαχαρίᾳ δρέπανον κατὰ σοῦ, ὦ Μαρκίων, ἀνατετύπωται ἐκ2.131 τέμνον σου πᾶσαν τὴν