184
κατὰ νόμου καὶ προφητῶν ἐπινενοημένην ψευδηγορίαν. ἐπειδὴ γὰρ ἔμελλες ἀθετεῖν νόμον καὶ προφήτας, ἀλλοτρίους αὐτοὺς φάσκων τοῦ σωτῆρος καὶ τῆς αὐτοῦ δόξης καὶ τῆς αὐτοῦ ἐνθέου διδασκαλίας, ἀμφοτέρους ἤγαγεν μεθ' ἑαυτοῦ ἐν τῇ ἰδίᾳ αὐτοῦ δόξῃ καὶ ἔδειξε τοῖς μαθηταῖς αὐτοῦ, καὶ οἱ μαθηταὶ ἡμῖν καὶ τῷ κόσμῳ τουτέστιν παντὶ ἀνθρώπῳ βουλομένῳ ζῆν, ἵνα διὰ μὲν τοῦ πρώτου ὡς ἐν ἀξίνῃ σου τέμῃ τὰς ῥίζας, διὰ δὲ τοῦ δευτέρου ὡς διὰ δρεπάνου τοῦ λόγου τῆς ἀληθείας ἐκτέμῃ σου τοὺς κλάδους, τοὺς τὸ κώνειον καὶ θανάσιμον τοῖς ἀνθρώποις ἐκποιοῦντας, γλοιώδη ὀπὸν βλασφημίας. εἰ γὰρ ἀλλότριος ἦν Μωυσῆς ὁ ὑπὸ τοῦ Χριστοῦ πάλαι πιστευθεὶς τὸν νόμον καὶ οἱ προφῆται ἦσαν ἀλλότριοι, οὐκ ἂν αὐτοὺς σὺν αὐτῷ ἐν τῇ ἰδίᾳ αὐτοῦ δόξῃ ἀπεκάλυπτεν. βλέπε γὰρ τὸ θαῦμα, ὅτι οὐδὲ ἐν τῷ μνήματι τούτους ἔδειξεν οὐδὲ παρὰ τὸν σταυρόν, ἀλλὰ ὅτε τὸ μέρος τῆς αὐτοῦ δόξης ὡς εἰς ἀρραβῶνα ἡμῖν ἀπεκάλυπτε, τότε τοὺς ἁγίους, Μωυσέα τέ φημι καὶ Ἠλίαν, ἅμα αὐτῷ ἤγαγεν, ὅπως συγκληρονόμους τῆς αὐτοῦ βασιλείας τοὺς αὐτοὺς ὑποδείξῃ. 20Σχόλιον20 ˉιˉη. «Ἐκ τῆς νεφέλης φωνή· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». 20Ἔλεγχος20 ˉιˉη. Παντί τῳ δῆλόν ἐστιν ὅτι ἡ νεφέλη οὐκ ἔστιν ἀνωτάτη οὔτε ὑπὲρ οὐρανὸν ὑπάρχει, ἀλλὰ ἐν τῇ καθ' ἡμᾶς κτίσει, ὅθεν ἡ φωνὴ πρὸς τὸν σωτῆρα ἠνέχθη. εἰ τοίνυν ὁ πατὴρ καὶ ἐν νεφέλῃ λαλεῖ, ὑποδεικνύων τοῖς μαθηταῖς τὸν αὐτοῦ υἱόν, οὐκ ἄλλος ἐστὶν ὁ δημιουργός, ἀλλὰ ὁ αὐτός, ὁ καὶ διὰ νεφέλης τῷ ἰδίῳ υἱῷ μαρτυρήσας καὶ οὐ τῶν ὑπὲρ οὐρανὸν μόνων δεσπόζων, ὡς αὐτὸς φάσκεις. 20Σχόλιον20 ˉιˉθ. «Ἐδεήθην τῶν μαθητῶν σου». εἶχε δὲ παρὰ τό «οὐκ ἠδυνήθησαν ἐκβαλεῖν αὐτό» «καὶ πρὸς αὐτούς· ὦ γενεὰ ἄπιστος, ἕως πότε ἀνέξομαι ὑμῶν;» 20Ἔλεγχος20 ˉιˉθ. Τό «ἕως πότε» ἐνσάρκου παρουσίας χρόνου ἐστὶν σημαντικὸν καὶ τό «ὦ γενεὰ ἄπιστος», ὡς τῶν προφητῶν ἐπὶ τῷ ὀνόματι αὐτοῦ θεοσήμεια ἐργασαμένων καὶ πεπιστευκότων, ὡς ὁ Ἠλίας εὑρίσκεται ποιῶν καὶ Ἐλισσαῖος καὶ οἱ ἄλλοι. 2.132 20Σχόλιον20 ˉκ. «Ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων». 20Ἔλεγχος20 ˉκ. Υἱοῦ ἀνθρώπου καὶ παραδοθησομένου εἰς χεῖρας ἀνθρώπων οὐ δοκήσεως ἡ ἔμφασις οὐδὲ φαντασίας, ἀλλὰ σώματος καὶ μελῶν θεωρία. 20Σχόλιον20 ˉκˉα. «Οὐδὲ τοῦτο ἀνέγνωτε, τί ἐποίησε ∆αυίδ; εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ». 20Ἔλεγχος20 ˉκˉα. Εἰ οἶκον θεοῦ φάσκει τὸν οἶκον τῆς παρὰ Μωυσέως γενομένης σκηνοπηγίας, οὐκ ἀθετεῖ τὸν νόμον οὐδὲ τὸν θεὸν τὸν λαλήσαντα ἐν τῷ νόμῳ. θεὸν γὰρ αὐτὸν φάσκει, ὅς ἐστιν αὐτοῦ πατήρ, * ἢ αὐτὸς ὁ μονογενής. εἴωθεν γὰρ τριάς, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἐνεργεῖν ἔν τε νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις καὶ ἐν ἀποστόλοις. 20Σχόλιον20 ˉκˉβ. «Εὐχαριστῶ σοι, κύριε τοῦ οὐρανοῦ». οὐκ εἶχε δέ «καὶ τῆς γῆς» οὔτε «πάτερ» εἶχεν. ἐλέγχεται δέ· κάτω γὰρ εἶχεν «ναί, ὁ πατήρ». 20Ἔλεγχος20 ˉκˉβ. Εὐχαριστεῖ κυρίῳ τοῦ οὐρανοῦ, κἂν περιέλῃς τό «καὶ τῆς γῆς» κἄν τε παρακόψῃς τό «πάτερ», ἵνα μὴ πατέρα αὐτοῦ ὑποδείξῃς, Μαρκίων, τὸν Χριστὸν λέγοντα τὸν δημιουργόν. μένει γὰρ τῆς ἀληθείας τὰ μέλη ζῶντα. ὥσπερ γὰρ ἐν λειψάνῳ κατὰ λήθην εἴασας, ὦ Μαρκίων, τό «ναί, ὁ πατήρ», *. ἀποδέδεικται τοίνυν ἐξ ἅπαντος τῷ ἰδίῳ πατρὶ εὐχαριστεῖν τὸν Χριστὸν καὶ οὐρανοῦ κύριον αὐτὸν ὀνομάζειν. καὶ πολλή σου φρενοβλάβεια, μὴ κατανοοῦσα τῆς ἀληθείας τὴν ὁδοιπορίαν. 20Σχόλιον20 ˉκˉγ. Εἶπεν τῷ νομικῷ «ἐν τῷ νόμῳ τί γέγραπται;» καὶ ἀποκριθεὶς μετὰ τὴν ἀπόκρισιν τοῦ νομικοῦ εἶπεν «ὀρθῶς εἶπες. τοῦτο ποίει, καὶ ζήσῃ». 20Ἔλεγχος20 ˉκˉγ. Ἀλήθεια ὢν ὁ υἱὸς τοῦ θεοῦ οὐδένα ἐπλάνα τῶν περὶ ζωῆς