185
ἐρωτώντων· διὰ γὰρ τὴν τῶν ἀνθρώπων ζωὴν ἐλήλυθεν. ζωῆς τοίνυν ἐπιμελομένου αὐτοῦ καὶ ὑποδεικνύντος τὸν νόμον τῷ φυλάττοντι ποιήσαντι ζωὴν ὑπάρχειν καὶ τῷ κατὰ νόμον ἀποκρι2.133 θέντι φήσαντος ὀρθῶς λελαληκέναι καὶ «οὕτως ποίει καὶ ζήσῃ», τίς οὕτως ἐμβρόντητος ἂν εἴη ὡς πείθεσθαι μὲν τῷ Μαρκίωνι, βλασφημοῦντι εἰς τὸν θεὸν τὸν καὶ τὸν νόμον καὶ τὴν χάριν τοῦ εὐαγγελίου τοῖς ἀνθρώποις κεχαρισμένον, αὐτῷ δὲ συναπάγεσθαι τῷ μήτε ἐκ νόμου μήτε ἀπὸ πνεύματος ἁγίου ἔχοντί τι τῆς διδασκαλίας. 20Σχόλιον20 ˉκˉδ. Καὶ εἶπεν «τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου, αἰτῶν τρεῖς ἄρτους;» καὶ λοιπόν «αἰτεῖτε, καὶ δοθήσεται. τίνα γὰρ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθὺν καὶ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ ἢ ἀντὶ ᾠοῦ σκορπίον; εἰ οὖν ὑμεῖς πονηροὶ οἴδατε δόματα ἀγαθά, πόσῳ μᾶλλον ὁ πατήρ;» 20Ἔλεγχος20 ˉκˉδ. Ἐλήλεγκται δὲ τοῦ ἀπατηλοῦ ἡ ἐθελοθρῃσκεία τῆς πολιτείας ἀπὸ τούτου τοῦ ῥητοῦ. οὐ γὰρ παρ' αὐτῷ δι' ἐγκράτειαν ἡ πολιτεία οὐδὲ διὰ μισθὸν ἀγαθὸν καὶ ἐλπίδα ἀγῶνος, ἀλλὰ διὰ ἀσέβειαν καὶ κακοτροπίαν κακῆς ὑπονοίας. διδάσκει γὰρ οὗτος ἐμψύχων μὴ μεταλαμβάνειν, φάσκων ἐνόχους εἶναι τῇ κρίσει τοὺς τῶν κρεῶν μεταλήπτορας, ὡς ἂν ψυχὰς ἐσθίοντας. ἠλίθιον δέ ἐστι τὸ πᾶν. οὐ γὰρ τὰ κρέα ἡ ψυχὴ ἀλλ' ἐν τοῖς κρέασιν ἡ ψυχή, καὶ οὔτε ψυχὴν φαμὲν εἶναι τὴν ἐν τοῖς ζῴοις ὡς τὴν τῶν ἀνθρώπων τιμίαν, ἀλλὰ ψυχὴν εἰς τὸ ζῇν μόνον τὸ ζῷον. νομίζει δὲ ὁ ἐλεεινὸς οὗτος ἅμα τοῖς οὕτω φρονοῦσιν ὅτι ἡ αὐτὴ ψυχὴ ἐν τοῖς ἀνθρώποις καὶ ζῴοις ὑπάρχει. τοῦτο γὰρ παρὰ πολλαῖς τῶν πεπλανημένων αἱρέσεων μάτην ὑπολαμβάνεται. καὶ γὰρ καὶ Οὐαλεντῖνος καὶ Κολόρβασος, Γνωστικοί τε πάντες καὶ Μανιχαῖοι καὶ μεταγγισμὸν εἶναι ψυχῶν φάσκουσι καὶ μετενσωματώσεις τῆς ψυχῆς τῶν ἐν ἀγνωσίᾳ ἀνθρώπων, ὡς αὐτοί φασιν κατά τινα μυθοποιίαν· ταύτην φασὶν ἐπιστρέφειν καὶ μετενσωματοῦσθαι εἰς ἕκαστον τῶν ζῴων, ἕως ἂν ἐπιγνῷ καὶ οὕτω καθαρθεῖσα καὶ ἀναλυθεῖσα μεταστῇ εἰς τὰ ἐπουράνια. Καὶ πρῶτον μὲν ἐλήλεγκται αὐτοῦ ἡ μάταιος πᾶσα τοῦ μύθου κατασκευή. τούτων γὰρ τὴν ἀκρίβειαν οὐδεὶς ἄλλος δύναται εἰδέναι 2.134 ὑπὲρ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐλθόντα διὰ τὸ πρόβατον τὸ πεπλανημένον τουτέστιν διὰ τὰς ψυχὰς τῶν ἀνθρώπων· ὃς τῶν αὐτῶν ἐπιμελόμενος ἐθεράπευσε σωματικῶς καὶ ψυχικῶς, ὡς σώματός τε καὶ ψυχῆς δεσπόζων καὶ τῆς ἐνταῦθα ζωῆς παρεκτικὸς ὢν καὶ τῆς μελλούσης· τοὺς μὲν τελευτήσαντας, φημὶ δὲ Λάζαρον καὶ τὸν υἱὸν τῆς χήρας καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου ἀπὸ νεκρῶν ἐγείρας, οὐκ εἰς πονηρὸν αὐτοὺς φέρων, ὡς αὐτοὶ τὸ σῶμα φυλακὴν εἶναι δογματίζουσιν, ἀλλὰ ἀγαθὸν ποιῶν καὶ γινώσκων ὅτι καὶ ἡ ἐνταῦθα ἐν σαρκὶ παραμονὴ ὑπ' αὐτοῦ ὥρισται καὶ ἡ μέλλουσα σαρκὸς καὶ ψυχῆς ἀνάστασις. καὶ εἰ πάλιν ᾔδει ὅτι μία ψυχή ἐστιν ἡ ἐν ζῴοις καὶ ἐν ἀνθρώποις, ψυχῆς δὲ ἦλθεν ποιήσασθαι τὴν σωτηρίαν, οὐκ ἔδει αὐτόν, ἕνα καθαρίσαντα δαιμονιῶντα λέγω δὴ τὸν ἀπὸ τῶν μνημείων ἐξερχόμενον κελεῦσαι τοῖς δαίμοσιν ἀπελθεῖν καὶ ἀποκτεῖναι δισχιλίους χοίρους, εἰ ἴσαι ἦσαν αἱ ψυχαὶ τῶν ἀνθρώπων καὶ τῶν χοίρων. πῶς γὰρ μιᾶς ἐπιμελόμενος δισχιλίων ἐποίει ὄλεθρον; εἰ δὲ πάλιν ὡς ὄφις σκολιεύῃ, μηχανώμενος καὶ λέγων ὅτι ἔλυσεν αὐτὰς ἀπὸ τῶν σωμάτων, ἵνα ἀνέλθωσιν, ἔδει τὸν Λάζαρον λυθέντα τοῦ σώματος μὴ ἐπιστρέψαι πάλιν εἰς τὸ σῶμα, μᾶλλον δὲ καὶ αὐτὸν τὸν δαιμονιῶντα λῦσαι τοῦ δεσμοῦ τοῦ σώματος. ἀλλ' οὐκ ἐποίησεν οὕτως· προενόει δὲ μᾶλλον οὕτω τοῦ σώματος εἰδὼς τὸ συμφέρον. ∆ιέπεσεν ὁ περὶ ψυχῆς σου λόγος, ὦ Μαρκίων, καὶ τῶν ἀπὸ σοῦ καὶ τῶν ἄλλων αἱρέσεων ὁρμωμένων. καὶ περὶ τῆς προσποιητῆς σου πολιτείας αὖθις ἐρῶ, διὰ τὸ λέγειν σε πονηρὸν εἶναι καὶ ἀθέμιτον τὸ σαρκῶν μεταλαμβάνειν. ἐλέγχει δέ σε ὁ σωτήρ, πλέον σου ἐπιστάμενος καὶ διδάσκων τὸ