186
κάλλιον ἀπὸ τοῦ τοιούτου ῥητοῦ· λέγει γάρ «τίνα ὁ υἱὸς αἰτήσει ἰχθύν, μὴ ὄφιν αὐτῷ ἐπιδώσει ἢ ἀντὶ ᾠοῦ σκορπίον;» καὶ ὕστερόν φησιν «εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ 2.135 ὑμῶν ὁ ἐπουράνιος;» εἰ τοίνυν δόματα ἀγαθὰ κέκληκεν ἰχθὺν καὶ ᾠόν, οὐ πονηρὸν τὸ μετὰ εὐχαριστίας ἐκ θεοῦ χαρισθὲν μεταλαμβανόμενον, καὶ ἐλήλεγκταί σου πανταχόθεν ἡ κακοτροπία. 20Σχόλιον20 ˉκˉε. Παρακέκοπται τὸ περὶ Ἰωνᾶ τοῦ προφήτου. εἶχεν γάρ «ἡ γενεὰ αὕτη, σημεῖον οὐ δοθήσεται αὐτῇ». οὐκ εἶχεν δὲ περὶ Νινευὴ καὶ βασιλίσσης νότου καὶ Σαλομῶνος. 20Ἔλεγχος20 ˉκˉε. Καὶ ἐν αὐτοῖς οἷς δοκεῖς παρακόπτειν οὐ δύνασαι, ὦ Μαρκίων, λαθεῖν τὴν ἀλήθειαν. κἂν ἀφέλῃς γὰρ τὸ περὶ Ἰωνᾶ τοῦ προφήτου, ὃ τὴν οἰκονομίαν σημαίνει τοῦ σωτῆρος, ἀφέλῃς δὲ καὶ τὸ περὶ τῆς βασιλίσσης τοῦ νότου καὶ Σαλομῶνος καὶ τῆς Νινευὴ τὴν σωτηριώδη ὑπόθεσιν καὶ τοῦ Ἰωνᾶ τὸ κήρυγμα, αὐτὸς ὁ προκείμενος λόγος τοῦ σωτῆρός σε ἐλέγχει. λέγει γάρ «ἡ γενεὰ αὕτη σημεῖον αἰτεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ», ὡς τῶν πρὸ ταύτης τῆς γενεᾶς καταξιωθεισῶν σημείων παρὰ θεοῦ ἀπ' οὐρανοῦ· ὡς ὁ μὲν Ἠλίας σημεῖον ἐποίει διὰ τοῦ ἀπ' οὐρανοῦ πυρὸς καταβεβηκότος καὶ λαβόντος τὴν θυσίαν, καὶ Μωυσῆς τέμνει τὴν θάλασσαν καὶ τὴν πέτραν νύσσει καὶ προχέει ὕδωρ καὶ μάννα ἀπ' οὐρανοῦ φέρει, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἵστησι τὸν ἥλιον καὶ τὴν σελήνην. καὶ κατὰ πάντα τρόπον, κἂν κρύψῃ τὰ γεγραμμένα ὁ ἀπατεών, οὐδὲν βλάψει τὴν ἀλήθειαν, ἀλλὰ ἑαυτὸν ἀπαλλοτριοῖ τῆς ἀληθείας. 20Σχόλιον20 ˉκˉς. Ἀντὶ τοῦ «παρέρχεσθε τὴν κρίσιν τοῦ θεοῦ» εἶχεν «παρέρχεσθε τὴν κλῆσιν τοῦ θεοῦ». 20Ἔλεγχος20 ˉκˉ. Πόθεν οὐκ ἐλέγχῃ, πόθεν δὲ οὐ κατὰ σοῦ συναχθῇ ἡ μαρτυρία; τὰ πρῶτα γὰρ συνᾴδει τοῖς μετέπειτα, ἐλεγχομένης τῆς παρὰ σοῦ ῥᾳδιουργίας. ἐὰν γὰρ εἴπῃ «κατέχετε τὰς παραδόσεις τῶν πρεσβυτέρων ὑμῶν καὶ παρέρχεσθε τὸ ἔλεος καὶ τὴν κρίσιν τοῦ θεοῦ», μάθε ἀπὸ ποίου χρόνου αἰτιᾶται αὐτοὺς τοῦτο ἐπιτελοῦν2.136 τας, πότε δὲ ἡ παράδοσις αὐτοῖς γέγονε τῶν πρεσβυτέρων, καὶ εὑρήσεις ὅτι τοῦ μὲν Ἀδδᾶ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, τοῦ δὲ Ἀκίβα καὶ πρὸ τῶν Βαβυλωνικῶν αἰχμαλωσιῶν γεγένηται, τῶν δὲ υἱῶν Ἀσαμωναίου ἐν χρόνοις Ἀλεξάνδρου καὶ Ἀντιόχου, πρὸ τῆςτοῦ Χριστοῦ ἐνδημίας ἑκατὸν ἐνενήκοντα ἔτεσιν. ἄρα γοῦν καὶ ἔκτοτε διὰ νόμου ἦν ἡ κρίσις καὶ διὰ προφητῶν τὸ ἔλεος, καὶ πανταχόθεν ἐκπίπτει ὁ ἀγυρτώδης σου λόγος. 20Σχόλιον20 ˉκˉζ. «Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς». 20Ἔλεγχος20 ˉκˉζ. Εἰ τῶν προφητῶν ποιεῖται τὴν φροντίδα, τοὺς ἀποκτείναντας ὀνειδίζων, οὐκ ἀλλότριοι αὐτοῦ ἦσαν οἱ προφῆται, ἀλλὰ δοῦλοι καὶ ὑπ' αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος προαποσταλέντες προετοιμασταὶ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας, οἳ καὶ ἐμαρτύρησαν τῇ καινῇ διαθήκῃ· Μωυσῆς μὲν λέγων «προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ», καὶ πρὸ αὐτοῦ Ἰακὼβ λέγων «ἐκ βλαστοῦ υἱέ μου Ἰούδα ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα» καὶ μετ' ὀλίγα «ἕως ἔλθῃ ᾧ τὰ ἀποκείμενα, καὶ αὐτὸς προσδοκία ἐθνῶν, καὶ ἐπ' αὐτὸν ἔθνη ἐλπιοῦσιν», Ἠσαΐας δέ «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει», Ἰερεμίας δέ «καὶ ἄνθρωπός ἐστιν, καὶ τίς γνώσεται αὐτόν;», Μιχαίας «καὶ σὺ Βηθλεέμ» καὶ μεθ' ἕτερα «ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος» καὶ τὰ ἑξῆς, ὁ δὲ Μαλαχίας «ἐξαίφνης εἰς τὸν ναὸν ἥξει κύριος», ὁ δὲ ∆αυίδ «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου» καὶ τὰ ἑξῆς. καὶ πολλὰ ἔστιν λέγειν, καὶ αὐτοῦ λέγοντος τοῦ σωτῆρος «εἰ Μωυσῇ ἐπιστεύετε, ἐπιστεύετε ἂν καὶ ἐμοί. ἐκεῖνος γὰρ περὶ