187
ἐμοῦ ἔγραψεν». 2.137 20Σχόλιον20 ˉκˉη. Οὐκ εἶχεν «διὰ τοῦτο εἶπεν ἡ σοφία τοῦ θεοῦ, ἀποστέλλω εἰς αὐτοὺς προφήτας» καὶ περὶ αἵματος Ζαχαρίου καὶ Ἄβελ καὶ τῶν προφητῶν ὅτι ἐκζητηθήσεται ἐκ τῆς γενεᾶς ταύτης. 20Ἔλεγχος20 ˉκˉη. Καὶ ἐν τούτῳ σοι πολλὴ αἰσχύνη, ὦ Μαρκίων, τοῦ χαρακτῆρος τῆς ἀληθείας σῳζομένου καὶ τῆς παρεκτομῆς τῶν κλεμμάτων σου εὑρισκομένης ἀπὸ τοῦ ἀντιγράφου τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, τῶν τόπων εὑρισκομένων καὶ τῶν παρὰ σοῦ ἀφαιρεθέντων ἐλεγχομένων. 20Σχόλιον20 ˉκˉθ. «Λέγω τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν βαλεῖν εἰς γέενναν». οὐκ εἶχεν δέ «οὐχὶ πέντε στρουθία ἀσσαρίων δύο πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ;» 20Ἔλεγχος20 ˉκˉθ. Τό «λέγω ἐγὼ τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, φοβήθητε δὲ τὸν ἔχοντα ἐξουσίαν τοῦ μετὰ τὸ ἀποκτεῖναι τὸ σῶμα τὴν ψυχὴν βαλεῖν εἰς γέενναν» ἀναγκάζει σε, ὦ Μαρκίων, καὶ τὰ ἑξῆς τῆς παραβολῆς ὁμολογῆσαι. ἄνευ γὰρ τοῦ θεοῦ οὐδὲν γίνεται, κἂν ἀπάρῃς τὸ περὶ τῶν στρουθίων. ἀπολόγησαι οὖν περὶ τῶν ἐν τῷ ῥητῷ καταλειφθέντων ὑπὸ σοῦ, ὦ Μαρκίων, καὶ ἀπόκριναι ἡμῖν τί διανοῇ περὶ τοῦ ἐξουσίαν ἔχοντος. εἰ γὰρ φαίης αὐτὸν εἶναι τὸν πατέρα τοῦ Χριστοῦ, τὸν παρὰ σοὶ ἀγαθὸν λεγόμενον θεόν, εἰ καὶ κακῶς διαιρεῖς, ὅμως, ἐπειδὴ ἔχει τὴν ἐξουσίαν, δέδωκας αὐτὸν κριτὴν ὄντα καὶ ἑκάστῳ νέμοντα τὸ κατ' ἀξίαν. εἰ δὲ οὐ τοῦτον λέγεις, ἀλλὰ τὸν δημιουργὸν τὸν παρὰ σοὶ φύσει κριτὴν ᾀδόμενον, λέγε μοι τίς τούτῳ δέδωκε τὴν 2.138 ἐξουσίαν; εἰ γὰρ ἀφ' ἑαυτοῦ ἔχει, ἄρα μέγας ἐστὶ καὶ ἐξουσίαν ἔχει· εἰ δὲ τοῦ κρίνειν ἐξουσίαν ἔχει, καὶ τοῦ σῴζειν. ὁ γὰρ δυνάμενος κρίνειν δύναται καὶ ἀπολύειν. καὶ ἄλλως· εἰ τοῦ κριτοῦ βάλλοντος τὰς ψυχὰς εἰς γέενναν ὁ θεὸς ὁ ἀγαθὸς οὐ ῥύεται αὐτάς, ὁ πανταχόθεν τῶν αὐτῶν ἐπιμελόμενος ψυχῶν, πῶς ἂν εἴη ἀγαθός; ἢ γὰρ ὅτι ἰσχυρότερος αὐτοῦ ἐστι καὶ οὐ δύναται ἐκ χειρὸς αὐτοῦ ῥύεσθαι, ἢ ὅτι δύναται μέν, οὐ βούλεται δέ· καὶ ποῦ ἡ ἀγαθότης; εἰ δέ, ἐπειδὴ αὐτὸς ἔκτισεν, ἐξουσίαν ἔχει καὶ κρίνειν, πῶς ὁ ἄνω θεὸς ὁ ὑπὸ σοῦ μυθευόμενος τινὰς μερικῶς σῴζει; εἰ μὲν γὰρ ἀπὸ τῶν ἀλλοτρίων λαμβάνων σῴζει, πλεονεκτεῖ ἀλλοτρίων ἐρῶν· εἰ δὲ οὐ φάσκεις πλεονεξίαν εἶναι διὰ τὸ εἰς ἀγαθὸν τὸ ἔργον γίνεσθαι καὶ σωτήριον, προσωπολήπτην αὐτὸν ποιεῖς, μὴ τὸ ἀγαθὸν ἴσως πᾶσιν, ἀλλὰ μερικῶς ποιοῦντα. Σχόλιον ˉλ. Ἀντὶ τοῦ «ὁμολογήσει ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ» «ἐνώπιον τοῦ θεοῦ» λέγει. 20Ἔλεγχος20 ˉλ. Πανταχόθεν ἐλέγχεται μὴ κατὰ θεὸν πορευόμενος, κἄν τε ἐν βραχυτάτῳ λόγῳ παραλλάξῃ τὴν ἀλήθειαν. ὁ τολμῶν γάρ τι παραλλάσσειν τῶν γεγραμμένων ἀπ' ἀρχῆς οὐκ ἐν ὁδῷ ἀληθείας ἵσταται. 20Σχόλιον20 ˉλˉα. Οὐκ ἔχει τό «ὁ θεὸς ἀμφιέννυσι τὸν χόρτον». 20Ἔλεγχος20 ˉλˉα. Εἰ καὶ μὴ ἐᾷς τὰ γεγραμμένα, ὡς εἶχεν ὑπὸ τοῦ σωτῆρος εἰρημένα, ἀλλ' οὖν γε σῴζονται οἱ τόποι ἐν τῷ εὐαγγελίῳ τῆς ἁγίας ἐκκλησίας, κἂν ἀρνήσῃ σὺ τὸν θεὸν τὸν πάντα πεποιηκότα καὶ πάντων ἐπιμελόμενον τῷ λόγῳ αὐτοῦ ἄχρι καὶ τοῦ χόρτου καὶ ὑπὸ τοῦ σωτῆρος ὁμολογούμενον. 20Σχόλιον20 ˉλˉβ. «Ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων», τῶν σαρκικῶν δή. 20Ἔλεγχος20 ˉλˉβ. Οἶδεν ὁ πατὴρ ὅτι χρῄζουσιν οἱ μαθηταὶ τῶν σαρκικῶν χρειῶν καὶ προνοεῖ τῶν τοιούτων. προνοεῖ δὲ οὐκ ἐν ἄλλῳ αἰῶνι ἀλλ' ἐνταῦθα, οὐκ ἐν τοῖς ἀλλοτρίοις τὴν πρόνοιαν τῶν ἑαυτοῦ δούλων ποιούμενος ἀλλὰ ἐν τοῖς ὑπ' αὐτοῦ ἐκτισμένοις. 2.139 20Σχόλιον20 ˉλˉγ. «Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα