188
προστεθήσεται ὑμῖν». 20Ἔλεγχος20 ˉλˉγ. Εἰ τῶν ἄλλου τρεφόμεθα καὶ ἄλλος θεὸς τῆς βασιλείας τῶν οὐρανῶν ὑπάρχει, πῶς ἔτι ὁ λόγος συμφωνήσει; ἢ γὰρ αὐτοῦ ἐστι τὰ ἐνταῦθα καὶ αὐτοῦ ἐστιν ἡ βασιλεία· διὸ προστίθησι πάντα τὰ ἐνταῦθα, ὄντα αὐτοῦ, διὰ τὸν κάματον τοῦ πόθου τῆς αὐτοῦ βασιλείας· ἢ αὐτοῦ μὲν ἡ βασιλεία καὶ ὁ ἐκεῖ αἰών, τοῦ δὲ δημιουργοῦ τὰ ἐνταῦθα, καὶ συνευδοκεῖ ὁ δημιουργὸς τῇ τοῦ ἄνω βασιλείᾳ, ἀντιλαμβανόμενος τῶν τὴν δικαιοσύνην τοῦ ἄνω καὶ βασιλείαν ζητούντων. μιᾶς δὲ οὔσης εὐδοκίας καὶ οὐχὶ διαφερομένης οὐκέτι δύο ἀρχαὶ ἢ τρεῖς· τῷ γὰρ ὄντι εἷς ἐστιν ὁ θεός, ὁ τὰ πάντα ποιήσας, ποιήσας δὲ καλῶς καὶ οὐκ ἐναντίως. ἡμῶν δέ ἐστι τὸ ἁμαρτάνειν καὶ σφάλλεσθαι ἐν τῷ θέλειν καὶ ἐν τῷ μὴ θέλειν. 20Σχόλιον20 ˉλˉδ. Ἀντὶ τοῦ «ὁ πατὴρ ὑμῶν» «ὁ πατήρ» εἶχεν. 20Ἔλεγχος20 ˉλˉδ. Καὶ ἐν τούτῳ οὐδὲν ἡμᾶς ἀδικήσεις, ἀλλὰ ἔτι ἐπιβεβαιώσεις. τὸν γὰρ αὐτοῦ πατέρα προνοεῖν τῶν ἐνταῦθα ὡμολόγησας τὸν σωτῆρα εἰρηκέναι. 20Σχόλιον20 ˉλˉε. Ἀντὶ τοῦ «δευτέρᾳ ἢ τρίτῃ φυλακῇ» εἶχεν «ἑσπερινῇ φυλακῇ». 20Ἔλεγχος20 ˉλˉε. Ἐλήλεγκται ὁ κτηνώδης μεταστρέψας τοὺς θείους λόγους ἀνοήτως πρὸς τὴν ἑαυτοῦ ὑπόνοιαν. οὐ γὰρ ἡμεριναὶ γίνονται φυλακαὶ ἀλλὰ νυκτεριναί, ἀπὸ ἑσπέρας εἰς τὴν πρώτην τὴν προκοπὴν φυλακὴν τῆς ἐπεκτάσεως ἔχουσαι καὶ οὐκ ἀπὸ τῆς ἕω εἰς τὴν ἑσπέραν, ὡς οὗτος ἁλίσκεται ῥᾳδιουργήσας. 20Σχόλιον20 ˉλˉ. «Ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει». 20Ἔλεγχος20 ˉλˉ. Τίς ὁ διχοτομῶν τὸν δοῦλον; λέγε. εἰ μὲν ὁ δημιουργὸς καὶ κριτὴς παρὰ σοῦ λεγόμενος θεός ἐστιν ὁ τοῦτο μέλλων πράσσειν, ἄρα αὐτοῦ εἰσιν οἱ πιστοί· ἐπιτιμῶν γὰρ τῷ μὴ καλῶς πράττοντι δούλῳ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τίθησιν. εἰ δὲ ὁ πατὴρ τοῦ Χριστοῦ ἐστιν ἢ αὐτὸς ὁ Χριστὸς ὁ μέλλων τοῦτο ἐπι2.140 τελεῖν, σαφῶς τὴν μαρτυρίαν παρὰ σαυτῷ φυλάττεις κατὰ σοῦ οὖσαν. ὁμολογῶν γὰρ ἢ Χριστὸν ἢ τὸν αὐτοῦ πατέρα τοῦτο πράττειν μέλλοντα ἀναμφιβόλως ὡμολόγησας τὸν αὐτὸν κριτὴν τὸν αὐτὸν ἀγαθὸν καὶ ἕνα ὄντα τὸν τῶν ὧδε καὶ τῶν ἐκεῖ προνοούμενον. 20Σχόλιον20 ˉλˉζ. «Μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν καὶ ὁ κριτὴς παραδώσει σε τῷ πράκτορι». 20Ἔλεγχος20 ˉλˉζ. Κριτὴν λέγεις τὸν δημιουργόν, πράκτορα δὲ ἕκαστον τῶν αὐτοῦ ἀγγέλων, μέλλοντας ἀπαιτεῖν τοὺς ἁμαρτωλοὺς τὰ πεπραγμένα. ποῖα δὲ ἀλλ' ἢ τὰ σφάλματα καὶ ἁμαρτήματα, ἃ καὶ ὁ Ἰησοῦς βδελύσσεται, ἃ καὶ σὺ ἀπαγορεύειν λέγεις; εἰ τοίνυν ἃ ὁ ἀγαθὸς θεὸς βδελύσσεται, καὶ ὁ κριτὴς καὶ δημιουργὸς τὰ αὐτὰ βδελύσσεται, εἷς ἐστι καὶ ὁ αὐτὸς ἀπὸ τοῦ ἔργου δεικνύμενος καὶ τῆς μιᾶς εὐδοκίας. 20Σχόλιον20 ˉλˉη. Ἦν παρακεκομμένον ἀπὸ τοῦ «ἦλθόν τινες ἀναγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα συνέμιξε Πιλᾶτος μετὰ τῶν θυσιῶν αὐτῶν» ἕως ὅπου λέγει περὶ τῶν ἐν τῷ Σιλωὰμ δέκα καὶ ὀκτὼ ἀποθανόντων ἐν τῷ πύργῳ, καὶ τό «ἐὰν μὴ μετανοήσητε» καὶ τὰ ἑξῆς ἕως τῆς παραβολῆς τῆς συκῆς, περὶ ἧς εἶπεν ὁ γεωργὸς ὅτι «σκάπτω καὶ βάλλω κόπρια καὶ ἐὰν μὴ ποιήσῃ, ἔκκοψον». 20Ἔλεγχος20 ˉλˉη. Τούτων πάντων ἐποιήσατο τὴν ἀφαίρεσιν ὁ συλητής, κρύψας ἀφ' ἑαυτοῦ τὴν ἀλήθειαν, διὰ τὸ τὸν κύριον συμπεφωνηκέναι τῷ καλῶς δικάσαντι τοὺς τοιούτους Πιλάτῳ καὶ ὅτι καλῶς οἱ ἐν τῷ Σιλωὰμ ἀπέθανον ἁμαρτωλοὶ ὄντες καὶ ὑπὸ θεοῦ οὕτως τιμωρηθέντες. ὅταν δὲ ῥᾳδιουργήσωσίν τινες βασιλικὰ προστάγματα, ἀπὸ τῶν ἀρχείων τὰ ἀντίγραφα προφερόμενα ἠσφαλισμένως ἔχοντα ἐλέγχει τοὺς ἄφρονας. οὕτως καὶ ἀπὸ τοῦ βασιλικοῦ οἴκου τουτέστιν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας προφερόμενον τὸ εὐαγγέλιον ἐλέγχει τοὺς ἀφανιστὰς τῶν καλῶν ἐνδυμάτων μύας. 20Σχόλιον20 ˉλˉθ.