189
«Ταύτην δὲ θυγατέρα Ἀβραάμ, ἣν ἔδησεν ὁ Σατανᾶς». Ἔλεγχος λˉθ. Εἰ τῆς θυγατρὸς τοῦ Ἀβραὰμ ἐπιμελεῖται ἐλθὼν ὁ κύριος, οὐκ ἀλλότριος αὐτοῦ ἐστιν ὁ Ἀβραάμ. ὁμολογεῖ γὰρ 2.141 αὐτὸν αὐτῷ εὐηρεστηκέναι, οἶκτον εἰς τὴν αὐτοῦ θυγατέρα ἐνδεικνύμενος. Σχόλιον μ. Παρέκοψε πάλιν τό «τότε ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ». ἀντὶ δὲ τούτου ἐποίησεν «ὅτε πάντας τοὺς δικαίους ἴδητε ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους»-ἐποίησε δέ «κρατουμένους»-»ἔξω», «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». 20Ἔλεγχος20 ˉμ. Πῶς τὰ ἴχνη τῆς ἀληθείας φαίνεται. οὐ γάρ τις ὁδὸν δύναται ἀποκρύψαι. πλανῆσαι μὲν γὰρ ἀνθρώπους δύναται ἐξ αὐτῆς καὶ ἀποκρύψαι αὐτὴν ἀπὸ τῶν ἀγνοούντων, ἀπὸ δὲ τῶν ἐν πείρᾳ αὐτῆς γεγονότων ἀδύνατον. οὐ γὰρ δύναται τὴν γῆν, ἔνθα ἦν ἡ ὁδός, ἀφανίσαι. κἄν τε αὐτὴν ἀμαυρώσῃ, τοῦ δὲ τόπου παραμένοντος τῆς ὁδοῦ ὑπὸ τῶν γινωσκόντων ἐλέγχεται ὁ τὴν ὁδὸν ῥᾳδιουργήσας. ὅρα δὴ τὰ ἴχνη τῆς ἀκολουθίας. τὸν γὰρ λόγον τοῦτον πρὸς τίνα ἔλεγεν ἀλλ' ἢ πρὸς τοὺς Ἰουδαίους; καὶ εἰ πρὸς τοὺς Ἰουδαίους, ἤδη ἔδειξεν αὐτοὺς ἔνδον καὶ ἐκβαλλομένους ἀπὸ τῶν δικαίων. τίνες δ' ἂν εἶεν οὗτοι ἀλλ' ἢ οἱ αὐτῶν πατέρες, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ προφῆται; οὐ γὰρ εἶπεν «ὄψεσθε δικαίους εἰσερχομένους καὶ ὑμᾶς μὴ εἰσερχομένους», ἀλλά «ὄψεσθε τοὺς δικαίους ἐν τῇ βασιλείᾳ, ὑμᾶς δὲ ἐκβαλλομένους». καὶ περὶ μὲν τοῦ «ἐκβαλλομένους» μελλητικῶς ἀπεφήνατο, τοὺς δὲ δικαίους ἤδη ὄντας ἀπέδειξεν οὐκ ἀλλοτρίους τούτων κατὰ τὴν σάρκα οὐδὲ κατὰ τὴν κλῆσιν, ἀλλὰ μετὰ τούτων κληθέντας, ἤδη δὲ δεδικαιωμένους πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. εἰ δὲ καὶ ἔξω μένοντας *, ὡς τῶν πατέρων ἔσω ὄντων· πόθεν δὲ βρυγμὸς ὀδόντων γίνεται ἐν τῇ κρίσει, ὦ ἠλίθιε, ἐὰν μὴ ἀνάστασις σωμάτων γένηται; 20Σχόλιον20 ˉμˉα. Παρέκοψε πάλιν τό «ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ» καὶ τό «οἱ ἔσχατοι ἔσονται πρῶτοι» καὶ τό «προσῆλθον οἱ Φαρισαῖοι λέγοντες, ἔξελθε 2.142 καὶ πορεύου, ὅτι Ἡρῴδης σε θέλει ἀποκτεῖναι» καὶ τό «εἶπεν· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ» ἕως ὅπου εἶπεν «οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ» καὶ τό «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους» καὶ τό «πολλάκις ἠθέλησα ἐπισυνάξαι ὡς ὄρνις τὰ τέκνα σου» καὶ τό «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν» καὶ τό «οὐ μὴ ἴδητέ με, ἕως οὗ εἴπητε, εὐλογημένος». 20Ἔλεγχος20 ˉμˉα. Ὅρα τὴν τοσαύτην τόλμαν· πόσην ποιεῖται ἀφαίρεσιν τοῦ εὐαγγελίου; ὡς εἴ τις λάβῃ ζῷον καὶ ἐκτέμῃ αὐτοῦ τὸ ἥμισυ τοῦ σώματος καὶ ἐν τῷ ἡμίσει τοὺς ἀγνοοῦντας πειράσεται πείθειν, τοιοῦτο εἶναι τὸ ζῷον λέγων καὶ μηδὲν ἀπ' αὐτοῦ ἀφαιρεῖσθαι. 20Σχόλιον20 ˉμˉβ. Πάλιν παρέκοψε πᾶσαν τὴν παραβολὴν τῶν δύο υἱῶν, τοῦ εἰληφότος τὸ μέρος τῶν ὑπαρχόντων καὶ ἀσώτως δαπανήσαντος καὶ τοῦ ἄλλου. 20Ἔλεγχος20 ˉμˉβ. Οὐδὲν διοίσει τὸ ἀκόλουθον τῆς ῥᾳδιουργίας ἀπὸ τῶν πρότερον ἑαυτῷ τετολμημένων· ἑαυτῷ δὲ τὸ ἐπιζήμιον ἐπάγεται, μενούσης τῆς κατὰ θεὸν ἀληθείας. 20Σχόλιον20 ˉμˉγ. «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου καὶ πᾶς εἰς αὐτὴν βιάζεται». 20Ἔλεγχος20 ˉμˉγ. Εἰ νόμον τάσσει καὶ προφήτας ἀποκαλεῖ καὶ οὐκ ἀνομίαν δηλοῖ τὸν νόμον οὐδὲ ψευδοπροφήτας φάσκει τοὺς προφήτας, σαφῶς ὁμολογεῖται μεμαρτυρηκέναι τὸν σωτῆρα τοῖς προφήταις καὶ δέδεικται ὡς περὶ αὐτοῦ προεφήτευσαν. 20Σχόλιον20 ˉμˉδ. Περὶ τοῦ πλουσίου καὶ Λαζάρου τοῦ πτωχοῦ, ὅτι ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. 20Ἔλεγχος20 ˉμˉδ. Ἰδού, καὶ