190
ἐν ζῶσι καὶ μακαριζομένοις καὶ ἐν κληρονομίᾳ ἀναπαύσεως ὁ Ἀβραὰμ ὑπὸ τοῦ κυρίου ἐγκατελέχθη καὶ Λάζαρος ἐν κόλποις αὐτοῦ κατηξίωται. μηκέτι τοίνυν, Μαρκίων, τὸν Ἀβραὰμ βλασφήμει, τὸν ἐπιγνόντα τὸν ἑαυτοῦ δεσπότην καὶ εἰπόντα αὐτῷ «κύριε ὁ κρίνων πᾶσαν τὴν γῆν». ἰδοὺ γὰρ ὑπ' αὐτοῦ τοῦ 2.143 κυρίου ἐμαρτυρήθη εἶναι δίκαιος καὶ οὐκ ἀλλότριος τῆς παρὰ τοῦ σωτῆρος ἐπαινουμένης ζωῆς. 20Σχόλιον20 ˉμˉε. «Νῦν δὲ ὅδε παρακαλεῖται» ὁ αὐτὸς Λάζαρος. 20Ἔλεγχος20 ˉμˉε. Εἰ παρακαλεῖται Λάζαρος ἐν κόλποις Ἀβραάμ, οὐκ ἐκτὸς τῆς παρακλήσεως τῆς ζωῆς ὑπάρχει ὁ Ἀβραάμ. Σχόλιον ˉμˉς. Εἶπεν Ἀβραάμ «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν, ἐπεὶ οὐδὲ τοῦ ἐγειρομένου ἐκ νεκρῶν ἀκούσουσιν». 20Ἔλεγχος20 ˉμˉς. Οὐχ ὡς ἔτι ἐν τῷ κόσμῳ ὢν καὶ ὡς ἠπατημένος Ἀβραὰμ μαρτυρεῖ τῷ νόμῳ Μωυσέως καὶ τοῖς προφήταις οὐδὲ ὡς οὐκ εἰδὼς τὰ ἐκ τούτων ἀποβησόμενα, ἀλλὰ μετὰ τὸ ἐν πείρᾳ γενέσθαι τῆς ἐκεῖ ἀναπαύσεως. μετὰ γὰρ τελευτὴν μαρτυρεῖται ὑπὸ τοῦ σωτῆρος ἐν τῇ παραβολῇ τοῖς τοῦ νόμου δόγμασι καὶ προφητῶν τὴν σωτηρίαν κτησάμενος καὶ ταῦτα πρὸ τοῦ νόμου πράξας. ὁμοίως δὲ καὶ τοὺς μετὰ ταῦτα τὸν νόμον φυλάξαντας καὶ προφήταις ὑπακούσαντας εἰς τὸν κόλπον αὐτοῦ εἶναι καὶ εἰς τὴν ζωὴν μετ' αὐτοῦ ἀπιέναι· ὧν εἷς ἦν Λάζαρος, ὁ διὰ νόμου καὶ προφητῶν καταξιωθεὶς ζωτικοῦ κόλπου τῆς τοῦ Ἀβραὰμ μακαριότητος. 20Σχόλιον20 ˉμˉζ. Παρέκοψε τό «λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν». 20Ἔλεγχος20 ˉμˉζ. Καὶ τὸ ἀσφαλὲς τῆς τοῦ κυρίου διδασκαλίας οὐ παραδέχεται. ἐπασφαλιζόμενος γὰρ τοὺς ἑαυτοῦ μαθητάς, ἵνα μὴ διὰ τῆς ὑπερηφανίας ἀπολέσωσι τὸν μισθὸν τοῦ ἔργου, ταπεινοφρονεῖν ἐνουθέτει. οὗτος δὲ οὐ παραδέχεται· τύφῳ γὰρ κατὰ πάντα ἐπήρθη καὶ οὐκ ἀληθείᾳ. 20Σχόλιον20 ˉμˉη. Ὅτε συνήντησαν οἱ δέκα λεπροί. ἀπέκοψε δὲ πολλὰ καὶ ἐποίησεν «ἀπέστειλεν αὐτοὺς λέγων, δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι» καὶ ἄλλα ἀντὶ ἄλλων ἐποίησε, λέγων ὅτι «πολλοὶ λεπροὶ ἦσαν ἐν ἡμέραις Ἐλισσαίου τοῦ προφήτου καὶ οὐκ ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος». 2.144 20Ἔλεγχος20 ˉμˉη. Καὶ ἐνταῦθα προφήτην τὸν Ἐλισσαῖον καλεῖ ὁ κύριος καὶ ἑαυτὸν πληροῦντα τὰ ἰσοτύπως παρ' ἐκείνου προγεγενημένα, ἵνα ἐλέγξῃ Μαρκίωνα καὶ πάντας τοὺς ἀθετοῦντας θεοῦ προφήτας. 20Σχόλιον20 ˉμˉθ. «Ἐλεύσονται ἡμέραι, ὅταν ἐπιθυμήσητε ἰδεῖν μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου». 20Ἔλεγχος20 ˉμˉθ. Εἰ ἡμέρας ἀριθμεῖ καὶ χρόνον σημαίνει καὶ υἱὸν ἀνθρώπου λέγει ἑαυτόν, ἄρα καὶ μέτρον ἡλικίας ὑπέδειξε καὶ ἡμερῶν τοῦ κηρύγματος † ὑπόδειγμα. οὐκ ἄσαρκος οὖν ὁ Λόγος, ἀλλ' ἐν σώματι ἡ εὐδοκία. Σχόλιον ˉν. «Εἶπέν τις πρὸς αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δέ· μή με λέγε ἀγαθόν· εἷς ἐστιν ἀγαθὸς ὁ θεός». προσέθετο ἐκεῖνος «ὁ πατήρ» καὶ ἀντὶ τοῦ «τὰς ἐντολὰς οἶδας» λέγει «τὰς ἐντολὰς οἶδα». 20Ἔλεγχος20 ˉν. Ἵνα μὴ δείξῃ τὰς ἐντολὰς ἤδη προγεγραμμένας, λέγει «τὰς ἐντολὰς οἶδα». τὸ δὲ ὅλον κεφάλαιον φανερὸν ὑπάρχει ἀπὸ τῆς ἀκολουθίας. καὶ εἰ πατέρα ἀγαθὸν φάσκει καὶ θεὸν ὀνομάζει, καλῶς ἀπὸ τοῦ νόμου τοῦ πατρὸς αὐτοῦ διδάσκει τὸν βουλόμενον τὴν ζωὴν κληρονομῆσαι καὶ οὐκ ἀθετεῖ οὐδὲ ἀπωθεῖται, ἀλλὰ μᾶλλον ἐπιμαρτυρεῖ τοὺς ἐν νόμῳ πολιτευσαμένους ζωὴν αἰώνιον κεκληρονομηκέναι, Μωυσέα τε καὶ τοὺς ἄλλους προφήτας. 20Σχόλιον20 ˉνˉα. «Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Ἱεριχὼ τυφλὸς ἐβόα·