191
Ἰησοῦ υἱὲ ∆αυίδ, ἐλέησόν με. καὶ ὅτε ἰάθη, φησίν· ἡ πίστις σου σέσωκέν σε». 20Ἔλεγχος20 ˉνˉα. Ἐν πίστει οὐκ ἔνι ψεῦδος· εἰ γὰρ ψεύδεται, οὐ πίστις. λέγει γοῦν· υἱὲ ∆αυίδ, καὶ ἐπαινεῖται καὶ κομίζεται τὸ αἴτημα ὁ τὸ ὄνομα ὁμολογήσας καὶ οὐκ ἐπετιμήθη ὡς ψεύστης, ἀλλὰ ὡς πιστὸς ἐμακαρίσθη. οὐκ ἄρα ἄσαρκος ὁ διὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος χαρισάμενος τῷ τυφλῷ τὸ βλέπειν. ἀληθινῶς γὰρ ἦν καὶ οὐ δοκήσει, ἐκ τοῦ σπέρματος ∆αυὶδ κατὰ σάρκα ἀπὸ Μαρίας τῆς ἁγίας παρθένου καὶ διὰ πνεύματος ἁγίου γεγεννημένος. 2.145 20Σχόλιον20 ˉνˉβ. Παρέκοψε τό «παραλαβὼν τοὺς δώδεκα ἔλεγεν· ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται». ὅλα ταῦτα παρέκοψεν. 20Ἔλεγχος20 ˉνˉβ. Ἵνα ἐν μηδενὶ ὀρθοποδήσῃ, μὴ ὀρθοποδῶν δὲ ἐλέγχηται ῥᾳδιουργῶν κατὰ πάντα τρόπον. ἔκρυψε γὰρ τὰ ῥητά, ἵνα δῆθεν τὰ περὶ τοῦ πάθους ἀρνήσηται. ὕστερον δὲ ὁμολογοῦντι αὐτὸν ἐσταυρῶσθαι εἰς μάταιον αὐτῷ ὁ πόνος τῆς ῥᾳδιουργίας ἔσται. 20Σχόλιον20 ˉνˉγ. Παρέκοψεν τὸ κεφάλαιον τὸ περὶ τῆς ὄνου καὶ Βηθφαγὴ καὶ τὸ περὶ τῆς πόλεως καὶ τοῦ ἱεροῦ, διότι γεγραμμένον ἦν «ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, καὶ ποιεῖτε αὐτὸν σπήλαιον λῃστῶν». 20Ἔλεγχος20 ˉνˉγ. Τὸν ἔλεγχον ἑαυτῆς ἡ κακία οὐχ ὁρᾷ, τυφλώττει γάρ. οἴεται δὲ δύνασθαι ἀποκρύπτειν τὴν τῆς ἀληθείας ὁδόν, ὅπερ ἐστὶν ἀδύνατον. εὐθὺς γὰρ ἀνεπήδησε, παραλιπὼν ὅλα τὰ κεφάλαια τὰ προειρημένα διὰ τὸν μαρτυρηθέντα τόπον τοῦ ναοῦ ὄντα αὐτοῦ ἴδιον καὶ εἰς ὄνομα αὐτοῦ ᾠκοδομημένον καὶ ἀπὸ τῆς Ἱεριχὼ καταλιπὼν πᾶσαν τὴν ἀκολουθίαν τῆς ὁδοιπορίας, πῶς τε ἦλθεν εἰς Βηθφαγή· φύσει γὰρ λεωφόρος ἦν παλαιά, ἄγουσα εἰς Ἱερουσαλὴμ διὰ τοῦ ὄρους τῶν ἐλαιῶν, οὐκ ἄγνωστος οὖσα τοῖς καὶ τὸν τόπον ἱστοροῦσιν. ἵνα δὲ ἐλεγχθῇ ἀπὸ τοῦ ἰδίου στόματος, φησίν «ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ ἐν τῷ ἱερῷ, ἐζήτησαν ἐπιβαλεῖν ἐπ' αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν», ὡς ἔχει τὸ μετὰ τοῦτο κεφάλαιον ˉνˉδ. πῶς οὖν ἀπὸ Ἱεριχὼ ἐγένετο ἐν τῷ ἱερῷ, ἀπὸ τῆς αὐτῆς ὁδοιπορίας γνωσθήσεται καὶ τοῦ τῆς ὁδοῦ διαστήματος· ἀλλὰ ἵνα ὀφθῇ ὁ ῥᾳδιουργὸς παρακρύψας τὰ ἐν τῇ ὁδῷ γενόμενα καὶ ἐν τῷ ἱερῷ ῥηθέντα ὑπ' αὐτοῦ τοῦ σωτῆρος πρὸ τούτου τοῦ λόγου, λέγω δὴ τό «ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται» καὶ τὰ ἑξῆς ὡς ἔχει ἡ προφητεία. 20Σχόλιον20 ˉνˉδ. «Καὶ ἐζήτησαν ἐπιβαλεῖν ἐπ' αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν». 2.146 20Ἔλεγχος20 ˉνˉδ. Ἐθεωρήθη καὶ ἡρμηνεύθη ἐν τῷ πρὸ τούτου ἐλέγχῳ σὺν τῇ φράσει μετ' ἐπιτομῆς τῆς προσηκούσης. 20Σχόλιον20 ˉνˉε. Πάλιν ἀπέκοψε τὰ περὶ τοῦ ἀμπελῶνος τοῦ ἐκδεδομένου γεωργοῖς καὶ τό «τί οὖν ἐστι τό· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;» 20Ἔλεγχος20 ˉνˉε. Οὐδὲν ἡμᾶς ἀδικήσει τοῦτο. κἄν τε γὰρ αὐτὸ περικόψῃ, οὐκ ἀφ' ἡμῶν ἀπέκοψεν, ἀλλὰ ἑαυτὸν καὶ τοὺς αὐτοῦ ἐζημίωσεν· ἱκανὸς γὰρ ὁ κατ' αὐτοῦ ἔλεγχός ἐστι διὰ πλειόνων μαρτυριῶν. 20Σχόλιον20 ˉνˉ. Ἀπέκοψε τό «ὅτι δὲ ἐγείρονται οἱ νεκροί, Μωυσῆς ἐμήνυσε ἐπὶ τῆς βάτου, καθὼς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν». 20Ἔλεγχος20 ˉνˉ. Θαυμάσαι ἔστιν ἐπὶ τῇ ἀνοίᾳ τοῦ ματαιόφρονος, πῶς οὐχὶ νοεῖ ὅτι ἴση αὕτη ἡ μαρτυρία τυγχάνει τῇ τοῦ Λαζάρου τοῦ πτωχοῦ καὶ τῇ παραβολῇ τῶν μὴ συγχωρουμένων εἰς τὴν βασιλείαν εἰσελθεῖν· ὧν παραβολῶν τὰ λείψανα εἴασε καὶ οὐ παρέκοψεν, ἀλλὰ ἐπὶ τῇ αὐτοῦ αἰσχύνῃ καταλέλοιπεν τό «ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». δακτύλου δὲ