192
ἐμβρεχομένου εἰς ὕδωρ μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν καὶ γλώσσης καταψυχομένης ὕδατι, ὡς ὁ πλούσιος ἔφη τῷ Ἀβραὰμ διὰ τὸν Λάζαρον, καὶ βρυγμοῦ ὀδόντων καὶ κλαυθμοῦ γινομένου, ἀναστάσεως σωμάτων ἐστὶ σημεῖον, κἂν παρακόψῃ ὁ κτηνώδης τὰ ὑπὸ κυρίου περὶ ἀναστάσεως νεκρῶν ἀληθῶς εἰρημένα. 20Σχόλιον20 ˉνˉζ. Οὐκ εἶχε ταῦτα «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωυσῆς ἐμήνυσε λέγων θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼθεὸν ζώντων». 20Ἔλεγχος20 ˉνˉζ. ∆ιὰ τὸ δευτερῶσαι τὸν σωτῆρα τὴν παραβολήν, διττῶς παρ' ἡμῶν ἐντέτακται, ἵνα μὴ ἀπεικαζόμενοι τῷ ἀγύρτῃ Μαρκίωνι ἡμεῖς παραλείψωμέν τι τῶν γεγραμμένων. ἤδη δὲ ἐν τῷ ἀνωτέρῳ ἐλέγχῳ γεγένηται ἡ κατὰ τῆς αὐτοῦ ῥᾳδιουργίας ἀντίρρησις. 2.147 20Σχόλιον20 ˉνˉη. Πάλιν παρέκοψε τό «θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται». 20Ἔλεγχος20 ˉνˉη. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 20Σχόλιον20 ˉνˉθ. Πάλιν παρέκοψε ταῦτα «τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη» καὶ τὰ ἑξῆς, διὰ τὰ ἐπιφερόμενα ἐν τῷ ῥητῷ «ἕως πληρωθῇ πάντα τὰ γεγραμμένα». 20Ἔλεγχος20 ˉνˉθ. ∆οκεῖ λήθην κεκτημένος τοὺς ἅπαντας ἴσως αὐτῷ ἀνοήτους εἶναι καὶ οὐκ οἶδεν ὅτι κἂν μικρὸν ῥητὸν ὑπ' αὐτοῦ καταλειφθῇ, ἔλεγχον ποιεῖται καὶ πολλῶν ἕκαστον ῥητῶν ὑπ' αὐτοῦ παρακοπέντων. οὐδὲν τοίνυν κωλύσει τὸν βουλόμενον ἀντιπαραθεῖναι ταύταις ταῖς παρακεκομμέναις μαρτυρίαις τὰ παρ' αὐτοῦ ὁμολογηθέντα. δειχθήσεται γὰρ σύμφωνα ὄντα τούτοις τοῖς ὑπ' ἐκείνου περικοπεῖσιν * ἐν οἷς ἔλεγεν ὁ Ἀβραὰμ μετὰ τὴν τελευτήν, ὅτι «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν». ἃ ἔλεγον γὰρ οἱ προφῆται καὶ Μωυσῆς, ἐκ θεοῦ πατρὸς ἦν καὶ ἐξ αὐτοῦ τοῦ κυρίου υἱοῦ τοῦ θεοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἃ ἔδει γεγραμμένα ὄντα πληροῦσθαι. Σχόλιον20 ˉξ. «Συνελάλησε τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς». 20Ἔλεγχος20 ˉξ. Ὦ φρενοβλάβεια τοῦ Μαρκίωνος. «συνελάλησεν», τίς ἀλλ' ἢ Ἰούδας; τὸ τί ποιῆσαι ἀλλ' ἢ παραδοῦναι τὸν σωτῆρα; παραδιδομένου δὲ τοῦ σωτῆρος οὐκέτι δόκησις ὁ παραδιδόμενος, ἀλλὰ ἀλήθεια. εἰ γὰρ πνεῦμα ἦν μόνον, σαρκικοῖς ἀνθρώποις οὐ παρεδίδοτο· ἀλλὰ ἄνθρωπος ὢν ὑπὸ ἁφὴν γέγονεν, σάρκα τε ἐνδυσάμενος εἰς χεῖρας ἀνθρωπίνης φύσεως ἑαυτὸν ἑκὼν παρεδίδου. τἀναντία δὲ ἑαυτοῖς ὑπὸ ἀνοίας φθέγγονται. καὶ γὰρ καί ποτε διαλεγόμενός τισι τῶν αὐτοῦ μαθητῶν Μαρκιωνιστῇ τινι καὶ λέγων ὡς ἐν τῷ εὐαγ2.148 γελίῳ ἔχει ὅτι παρέλαβεν αὐτὸν τὸ πνεῦμα εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, ἤκουσα παρ' αὐτοῦ ὅτι πῶς ἠδύνατο ὁ Σατανᾶς τὸν ὄντα θεὸν καὶ μείζονα αὐτοῦ ὑπάρχοντα καὶ κύριον αὐτοῦ ὡς ὑμεῖς λέγετε πειράσαι, τὸν Ἰησοῦν τὸν αὐτοῦ δεσπότην; ἐγὼ δὲ ἐν τῇ τοῦ θεοῦ βοηθείᾳ ἐξ ὑπογύου λαβὼν σύνεσιν ἀπεκρινάμην αὐτῷ λέγων· οὐ πιστεύετε ὅτι ἐσταυρώθη ὁ Χριστός; ὁ δὲ ἔφη· ναί, καὶ οὐκ ἠρνήσατο. τίνες οὖν αὐτὸν ἐσταύρωσαν; ὁ δὲ ἔφη· ἄνθρωποι. εἶτα ἔφην αὐτῷ· τίς δυνατώτερος, ἄνθρωποι ἢ ὁ διάβολος; ὁ δὲ ἔφη· ὁ διάβολος. ὅτε δὲ τοῦτο εἶπεν, ἀπεκρινάμην· εἰ ὁ διάβολος ἰσχυρότερος ἀνθρώπων ὑπάρχει, ἄνθρωποι δὲ οἱ ἀσθενέστεροι Χριστὸν ἐσταύρωσαν, οὐ θαῦμα εἰ καὶ ὑπὸ τοῦ διαβόλου ἐπειράσθη. πάντα γὰρ θέλων καὶ οὐ μετὰ ἀνάγκης ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν ὁ Χριστός, πάσχων ἐν ἀληθείᾳ, οὐ κατὰ ἀσθένειαν ἀλλὰ κατὰ προαίρεσιν, εἰς ὑπογραμμὸν ἡμῶν καὶ τὰ πρὸς τὸν διάβολον καὶ εἰς σωτηρίαν ἡμῶν ἐν τῷ πάθει τοῦ σταυροῦ *, εἰς κατάκρισιν ἁμαρτίας καὶ ἀθέτησιν τοῦ θανάτου. 20Σχόλιον20 ˉξˉα. «Καὶ εἶπεν τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς· ἀπελθόντες