193
ἑτοιμάσατε ἵνα φάγωμεν τὸ Πάσχα». 20Ἔλεγχος20 ˉξˉα. Νέφος βελῶν κατὰ σοῦ ἐν μιᾷ μαρτυρίᾳ τὸ ῥητὸν περιέχει, ὦ Μαρκίων. εἰ γὰρ προστάσσει ἑτοιμάζεσθαι αὐτῷ φαγεῖν τὸ Πάσχα, Πάσχα δὲ πρὸ τοῦ παθεῖν τὸν Χριστὸν ἐπετελεῖτο, πάντως ὅτι ἀπὸ νόμου τὴν σύστασιν εἶχεν. κατὰ νόμον δὲ τοῦ Χριστοῦ πολιτευομένου σαφὲς ἦν ὅτι οὐ νόμον ἦλθεν καταλῦσαι, ἀλλὰ πληρῶσαι. εἰ δὲ νόμον βασιλεὺς οὐ καταλύει, οὐκ ἀκαθοσίωτος ἡ ἐν τῷ νόμῳ διάταξις οὐδὲ τῷ βασιλεῖ ἀπειρημένη. εὐκαθοσιώτου δὲ ὄντος τοῦ νόμου καὶ τῆς διατάξεως ὁμολογουμένης, εἴ τι προσθείη βασιλεὺς τῇ διατάξει ἐπὶ μείζονι δωρεᾷ, κατ' ἐξουσίαν ἡ φαιδρότης γίνεται τῆς προσθήκης. ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ τῆς νομοθεσίας οὔσης καὶ τῆς κατὰ προσθήκην δωρεᾶς, παντί τῳ δῆλόν ἐστι καὶ σαφὲς ὡς οὐκ ἐναντιοῦται τῷ νόμῳ ὁ τὴν προσθήκην ποιησάμενος. ἀποδέδεικται τοίνυν οὐκ ἐναντία τις οὖσα ἡ παλαιὰ διαθήκη τοῦ εὐαγγε2.149 λίου οὐδὲ τῆς τῶν προφητῶν ἀκολουθίας. κατὰ σαυτοῦ δέ, ὦ Μαρκίων, ἐπήγαγες πολυτρόπως τὸν ἔλεγχον, μᾶλλον δὲ ὑπ' αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενος. Πάσχα γὰρ τὸ παλαιὸν οὐδὲν ἦν ἀλλὰ προβάτου θῦμα καὶ κρεῶν ἐδωδή, ἐμψύχου τε μετάληψις μετὰ ἀζύμων. καὶ τίς σε ἠνάγκασεν μὴ ἀφανίσαι τέλεον τὸν κατὰ σοῦ ἔλεγχον ἢ ὡς εἶπον αὐτὴ ἡ ἀλήθεια; ἣν γὰρ σὺ βδελύττῃ σαρκοφαγίαν, ὁ κύριος Ἰησοῦς μετὰ τῶν ἑαυτοῦ μαθητῶν βέβρωκεν, ἐπιτελῶν τὸ Πάσχα τὸ κατὰ νόμον. καὶ μὴ λέγε ὅτι ὃ ἔμελλε μυστήριον ἐπιτελεῖν, τοῦτο προωνόμαζε λέγων· θέλω μεθ' ὑμῶν φαγεῖν τὸ Πάσχα. ἵνα γὰρ κατὰ πάντα τρόπον καταισχύνῃ σε ἡ ἀλήθεια, οὐκ ἐν τῇ ἀρχῇ ποιεῖ τὸ μυστήριον, ἵνα μὴ ἀρνήσῃ, ἀλλά φησι· μετὰ τὸ δειπνῆσαι λαβὼν τάδε καὶ τάδε, καὶ εἶπεν, τοῦτό ἐστι τάδε καὶ τάδε, καὶ οὐκ εἴασεν οὐδένα τόπον τῇ ῥᾳδιουργίᾳ. ἔδειξε γὰρ ὅτι μετὰ τὸ βεβρωκέναι τὸ Πάσχα τὸ κατὰ τοὺς Ἰουδαίους τουτέστιν μετὰ τὸ δειπνῆσαι, ἧκεν ἐπὶ τὸ μυστήριον. 20Σχόλιον20 ˉξˉβ. «Καὶ ἀνέπεσε καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ, καὶ εἶπεν· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν». 20Ἔλεγχος20 ˉξˉβ. Ἀνέπεσεν ὁ σωτήρ, ὦ Μαρκίων, καὶ οἱ δώδεκα ἀπόστολοι μετ' αὐτοῦ. εἰ ἀνέπεσε καὶ συνανέπεσον, οὐ δύναται μία λέξις τὴν σημασίαν ἔχειν ἑτέραν καὶ ἑτέραν, κἄν τε τῇ ἀξίᾳ καὶ τῷ τρόπῳ ἔχοι τὴν διαφοράν. ἢ γὰρ δώσεις καὶ τοὺς δώδεκα δοκήσει ἀναπεπτωκέναι ἢ καὶ αὐτὸν ἀληθείᾳ σάρκα ἔχοντα ἀληθινῶς ἀναπεπτωκέναι. καί «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν», ἵνα δείξῃ Πάσχα πρὸ τοῦ πάθους αὐτοῦ ἐν τῷ νόμῳ προτυπούμενον καὶ γινόμενον τὸ βέβαιον αὐτοῦ τοῦ πάθους καὶ ἐντελέστερον προσκαλούμενον· καὶ ὑποδεικνύων, ὡς καὶ ὁ ἅγιος ἀπόστολός φησι ὅτι «παιδαγωγὸς ἡμῖν γέγονεν ὁ νόμος 2.150 εἰς Χριστόν». εἰ δὲ παιδαγωγὸς ὁ νόμος εἰς Χριστόν, οὐκ ἀλλότριος Χριστοῦ ὁ νόμος. 20Σχόλιον20 ˉξˉγ. Παρέκοψε τό «λέγω γὰρ ὑμῖν, οὐ μὴ φάγω αὐτὸ ἀπάρτι, ἕως ἂν πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ». 20Ἔλεγχος20 ˉξˉγ. Τοῦτο περιεῖλεν καὶ ἐρρᾳδιούργησεν, ἵνα δῆθεν μὴ ποιήσῃ ἐν βασιλείᾳ τοῦ θεοῦ βρωτὰ ἢ ποτά· οὐκ εἰδὼς ὁ κτηνώδης ὅτι ἀντιμίμημα τῶν ἐπιγείων δύναται εἶναι πνευματικὰ καὶ ἐπουράνια, μεταλαμβανόμενα ὡς ἡμεῖς οὐκ οἴδαμεν· μαρτυρεῖ γὰρ πάλιν ὁ σωτὴρ καὶ λέγει ὅτι «καθήσεσθε ἐπὶ τῆς τραπέζης μου, ἐσθίοντες καὶ πίνοντες ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». ἢ παρέκοψε πάλιν ταῦτα, ἵνα δῆθεν ποιήσῃ τὰ ἐν τῷ νόμῳ μὴ ἔχοντα τόπον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. πόθεν οὖν Ἠλίας καὶ Μωυσῆς ὤφθησαν μετ' αὐτοῦ ἐν τῷ ὄρει ἐν δόξῃ; ἀλλ' οὐδὲν δυνήσεταί τις πρὸς τὴν ἀλήθειαν. 20Σχόλιον20 ˉξˉδ. Παρέκοψε τό «ὅτε ἀπέστειλα ὑμᾶς, μή τινος ὑστερήσατε;» καὶ τὰ ἑξῆς διὰ τό «καὶ τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι, τό· καὶ μετὰ ἀνόμων συνελογίσθη». 20Ἔλεγχος20 ˉξˉδ. Κἂν παρακόψῃς τὰ ῥήματα, ἀπὸ τοῦ ἔργου φαίνονται