194
αὐτῶν οἱ τόποι, προάγοντος τοῦ νόμου καὶ προκηρυττόντων τῶν προφητῶν καὶ κυρίου πληροῦντος. 20Σχόλιον20 ˉξˉε. «Ἀπεσπάσθη ἀπ' αὐτῶν ὡσεὶ λίθου βολὴν καὶ θεὶς τὰ γόνατα προσηύχετο». 20Ἔλεγχος20 ˉξˉε. Θεὶς τὰ γόνατα ὁρατῶς ἔθηκε καὶ αἰσθητῶς ἐπετέλεσεν. εἰ δὲ αἰσθητῶς, κατὰ τὸ εἶδος * τὸ ἔργον ἐποίησε τῆς γονυκλισίας· οὐκ ἄρα ἄνευ σαρκὸς ἐνεδήμησεν ὁ μονογενής. αὐτῷ γὰρ «κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», ἐπουρανίων πνευματικῶς, ἐπιγείων αἰσθητῶς, καταχθονίων τῷ ἰδίῳ εἴδει. ὧδε δὲ τὰ πάντα ἐν ἀληθείᾳ ἐπετέλει, ὁρώμενος καὶ ὑπὸ ἁφὴν τοῖς μαθηταῖς εὑρισκόμενος καὶ μὴ φαντάζων. 20Σχόλιον20 ˉξˉ. «Καὶ ἤγγισε καταφιλῆσαι αὐτὸν Ἰούδας καὶ εἶπεν». 2.151 20Ἔλεγχος20 ˉξˉ. Ἤγγισε σαρκὶ ὄντι δεσπότῃ καὶ θεῷ σῶμα λαβόντι, καταφιλῆσαι ἀληθινὰ χείλη καὶ οὐ δοκήσει ὄντα καὶ φαντάζοντα. 20Σχόλιον20 ˉξˉζ. Παρέκοψεν ὃ ἐποίησε Πέτρος, ὅτε ἐπάταξε καὶ ἀφείλετο τὸ οὖς τοῦ δούλου τοῦ ἀρχιερέως. 20Ἔλεγχος20 ˉξˉζ. ∆οκῶν εἰς τιμὴν Πέτρου ὁ ἀπατεὼν κρύπτειν τὸ ἐν ἀληθείᾳ γενόμενον τῆς δοξολογίας τοῦ σωτῆρος τὸ ῥητὸν τεμών, ἀπέκρυψεν. ἀλλὰ οὐδὲν ὠφελήσει· κἄν τε γὰρ αὐτὸς ἀποκόψῃ, ἡμεῖς οἴδαμεν τὰ θεοσήμεια. μετὰ γὰρ τὸ ἀποκόψαι τὸ ὠτίον ὁ κύριος πάλιν λαβὼν ἰάσατο, ἵνα ἀποδειχθῇ ὅτι θεός ἐστι καὶ θεοῦ ἔργον ἐπετέλεσεν. 20Σχόλιον20 ˉξˉη. «Οἱ συνέχοντες ἐνέπαιζον δέροντες καὶ τύπτοντες καὶ λέγοντες· προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;» 20Ἔλεγχος20 ˉξˉη. Ὅτι τὸ συνέχοντες καὶ τὸ ἐνέπαιζον καὶ τὸ δεῖραι καὶ τὸ τύψαι καὶ τὸ προφήτευσον τίς ἐστιν ὁ παίσας σε, τοῦτο οὐ δόκησις ἦν, ἀλλὰ ἁφῆς ἐστι σωματικῆς καὶ ἐνσάρκου ὑποστάσεως δηλωτικόν, καὶ παντί τῳ δῆλόν ἐστι, κἄν τε σὺ τυφλωθείς, Μαρκίων, μὴ θέλοις ὁμολογεῖν τὴν ἐναργῆ θεοῦ ἀλήθειαν. 20Σχόλιον20 ˉξˉθ. Προσέθετο μετὰ τό «τοῦτον ηὕραμεν διαστρέφοντα τὸ ἔθνος» «καὶ καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας». 20Ἔλεγχος20 ˉξˉθ. Πόθεν οὐ φωραθήσῃ, πόθεν οὐκ ἐλεγχθήσῃ διαστρέφων τὴν ὁδὸν κυρίου; ὅταν γὰρ ἐνταῦθα προσθείης τὸ μὴ γεγραμμένον, συκοφαντῶν σεαυτὸν-οὐ γὰρ ἂν εἴποιμι τὸν κύριον-καὶ λέγων ὅτι τοῦτον ηὕραμεν καταλύοντα τὸν νόμον καὶ τοὺς προφήτας, τὸ ἀντίζυγον τούτου ἐλέγξει σε, ὦ ματαιόπονε, αὐτοῦ τοῦ σωτῆρος λέγοντος «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι». οὐ δύναται τοίνυν ὁ αὐτὸς ὁ λέγων «οὐκ ἦλθον καταλῦσαι» διὰ τὸ καταλύειν κατηγορεῖσθαι. οὐ γὰρ εἶχεν οὕτως τὸ ῥητόν, ἀλλά· «ηὕρομεν τοῦτον διαστρέφοντα τὸν λαόν, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα». Σχόλιονˉο. Προσθήκη μετὰ τό «κελεύοντα φόρους μὴ δοῦναι» «καὶ ἀποστρέφοντα τὰς γυναῖκας καὶ τὰ τέκνα». Ἔλεγχοςˉο. Τίς αὑτῷ κρημνὸν περιποιεῖ, πληρῶν τὸ γεγραμμένον, τό· «ὁ ἑαυτῷ πονηρὸς τίνι ἀγαθὸς ἔσται;» πάσης γὰρ τόλμης καὶ πονηρίας ὑπόδειγμά ἐστι καὶ κινδυνώδους ὁδοιπορίας τὸ τὰ μὲν γεγραμμένα παρακόπτειν, ἃ δὲ μὴ γέγραπται προστιθέναι, μάλιστα ἐν εὐαγγελίῳ ἀκαταλύτῳ ὄντι εἰς τοὺς αἰῶνας. καὶ αὐτὰ δὲ τὰ τῆς προσθήκης οὔτε τόπον ἔχει οὔτε αἴνιγμα. οὐ γὰρ ἀπέστρεψεν Ἰησοῦς γυναῖκας ἢ τέκνα· αὐτὸς γὰρ ἔφη «τίμα τὸν πατέρα καὶ τὴν μητέρα» καί «ἃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω». ἀλλὰ κἂν εἴπῃ «ἐὰν μή τις καταλείψῃ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα καὶ τὰ ἑξῆς, οὐκ ἔστι μου μαθητής», οὐχ ἵνα μισῶμεν πατέρας, ἀλλ' ἵνα μὴ ὑπαγώμεθα πατέρων καὶ μητέρων ἐπιταγῇ * ἑτέρας πίστεως ἢ τρόπῳ παρὰ τὴν τοῦ σωτῆρος διδασκαλίαν.