195
20Σχόλιον20 ˉοˉα. «Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Κρανίου τόπος ἐσταύρωσαν αὐτὸν καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ καὶ ἐσκοτίσθη ὁ ἥλιος». 20Ἔλεγχος20 ˉοˉα. ∆όξα τῷ ἐλεήμονι θεῷ, τῷ συνδήσαντί σου τὰ ἅρματα, ὦ Φαραὼ Μαρκίων, καὶ βουλομένου σου ἀποδρᾶσαι καταποντώσαντι αὐτὰ ἐν τῇ θαλάσσῃ. προφασιζόμενος γὰρ τὰ πάντα οὐχ ἕξεις ἐνταῦθα οὐδεμίαν πρόφασιν. ὁ γὰρ μὴ σάρκα ἔχων οὔτε σταυρωθῆναι δύναται. πῶς οὐκ ἔφυγες τὸ μέγα τοῦτο ῥητόν; πῶς οὐκ ἐπεχείρησας κρύψαι τὴν μεγάλην ταύτην πραγματείαν, τὴν λύσασάν σου πᾶσαν τὴν ἐξ ἀρχῆς μεμηχανημένην κακοτροπίαν; εἰ γὰρ ὅλως ἐσταυρώθη, πῶς οὐ βλέπεις τὸν ἐσταυρωμένον ἁφὴν ἔχοντα καὶ ἥλοις τὰς χεῖρας πηγνύμενον καὶ πόδας; οὐκ ἂν δὲ ἠδύνατο δόκησις τοῦτο εἶναι ἢ φάντασμα, ὡς σὺ λέγεις, ἀλλὰ σῶμα ἀληθῶς, ὃ ἐκ Μαρίας εἴληφεν ὁ κύριος σάρκα φύσει τὴν ἡμετέραν καὶ ὀστέα καὶ τὰ ἄλλα, ἐπειδὴ ὁμολογεῖται καὶ παρὰ σοὶ σταυρῷ προσπαγεὶς ὁ κύριος. 2.153 20Σχόλιον20 ˉοˉβ. Παρέκοψε τό «σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ». 20Ἔλεγχος20 ˉοˉβ. Καλῶς τοῦτο καὶ ἁρμοδίως παρέκοψας, ὦ Μαρκίων· ἀπῆρες γὰρ ἀπὸ σεαυτοῦ τὴν εἴσοδον τοῦ παραδείσου. οὔτε γὰρ σὺ εἰσελεύσῃ οὔτε τοὺς σὺν σοὶ ἐάσεις. φύσει γὰρ τῷ ὄντι μισοῦσι τὸ ἀγαθὸν οἱ πλανῶντες καὶ πεπλανημένοι. 20Σχόλιον20 ˉοˉγ. «Καὶ φωνήσας φωνῇ μεγάλῃ ἐξέπνευσεν». 20Ἔλεγχος20 ˉοˉγ. Εἰ ἐξέπνευσεν, ὦ Μαρκίων, καὶ φωνὴν μεγάλην ἀπέδωκεν, πόθεν ἐξέπνεεν ἢ τί τὸ ἐκπνέον; δῆλον δέ ἐστι, κἂν σὺ μὴ λέγῃς· ψυχὴ σὺν τῇ θεότητι ἀπὸ σώματος ἐκπορευθεῖσα, τοῦ σώματος ἄπνου μείναντος, ὡς ἔχει ἡ ἀλήθεια. 20Σχόλιον20 ˉοˉδ. «Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσὴφ καθελὼν τὸ σῶμα ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν ἐν μνήματι λαξευτῷ». 20Ἔλεγχος20 ˉοˉδ. Εἰ τὸ καθελὼν καὶ ἐντυλίξας καὶ τὸ θεῖναι ἐν μνήματι λαξευτῷ οὐ πείθει σέ, ὦ Μαρκίων, τίς σου ἠλιθιώτερος; τί δὲ ἄλλο σαφέστερον ἡ γραφὴ εἶχεν δεῖξαι, ὁπότε καὶ τὸ μνῆμα καὶ τὸν τόπον καὶ τὸ εἶδος ἔδειξε καὶ τοῦ σώματος τὴν θέσιν τὴν τριήμερον καὶ τὸ εἴλημα τῆς σινδόνος, ἵνα δείξῃ τὴν πᾶσαν ἀλήθειαν; 20Σχόλιον20 ˉοˉε. «Καὶ ὑποστρέψασαι αἱ γυναῖκες ἡσύχασαν τὸ σάββατον κατὰ τὸν νόμον». 20Ἔλεγχος20 ˉοˉε. Πόθεν ὑπέστρεψαν αἱ γυναῖκες; διὰ τί δὲ καὶ τὸ ἡσύχασαν γέγραπται, ἀλλ' ἵνα δείξῃ ἡ γραφὴ τὴν αὐτῶν μαρτυρίαν, ἐλέγχουσάν σου τὴν ἄνοιαν, ὦ Μαρκίων; ἰδοὺ γὰρ καὶ γυναῖκες μαρτυροῦσι καὶ ἀπόστολοι καὶ Ἰουδαῖοι καὶ ἄγγελοι καὶ Ἰωσήφ, ὁ ψηλαφητὸν ὄντως σῶμα καθελὼν καὶ ἐνειλήσας. τίς δὲ κοσμήσει τὸν αὐτοκατακρίτως ἑαυτὸν διαστρέφοντα ὡς ἔστι γεγραμμένον. 20Σχόλιον20 ˉοˉ. «Εἶπαν οἱ ἐν ἐσθῆτι λαμπρᾷ· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἠγέρθη, μνήσθητε ὅσα ἐλάλησεν ἔτι ὢν μεθ' ὑμῶν, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παθεῖν καὶ παραδοθῆναι». 2.154 20Ἔλεγχος20 ˉοˉ. Οὐδὲ οὗτοί σε πείθουσιν οἱ ἅγιοι ἄγγελοι, ὦ Μαρκίων, ὁμολογοῦντες μὲν αὐτὸν τὸ τριήμερον μεταξὺ νεκρῶν γεγενῆσθαι, ζῶντα δὲ λοιπὸν καὶ οὐκέτι νεκρόν, ἀεὶ μὲν ζῶντα ἐν τῇ θεότητι καὶ μηδ' ὅλως νεκρωθέντα, νεκρωθέντα δὲ κατὰ σάρκα τὸ τριήμερον καὶ πάλιν ζῶντα. λέγουσι γὰρ αὐταῖς· «ἀνέστη, οὐκ ἔστιν ὧδε». τὸ δὲ ἀνέστη τί ἐστιν, εἰ μὴ ὅτι καὶ ἐκοιμήθη; σαφέστερον γὰρ αὐτὸ διηγοῦνται· «μνήσθητε γάρ, φησίν, ὅτι ἔτι περιὼν ταῦτα ἔλεγεν ὑμῖν, ὅτι δεῖ παθεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου». 20Σχόλιον20 ˉοˉζ. Παρέκοψε τὸ εἰρημένον πρὸς Κλεόπαν καὶ τὸν ἄλλον, ὅτε συνήντησεν αὐτοῖς, τό «ὦ ἀνόητοι καὶ βραδεῖς τοῦ πιστεύειν πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν;» καὶ ἀντὶ δὲ τοῦ «ἐφ' οἷς ἐλάλησαν οἱ προφῆται» ἐποίησεν «ἐφ' οἷς ἐλάλησα ὑμῖν». ἐλέγχεται δὲ ὅτι «ὅτε ἔκλασε τὸν ἄρτον, ἠνοίχθησαν