196
αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν». 20Ἔλεγχος20 ˉοˉζ. Πόθεν ἡ κλάσις τοῦ ἄρτου ἐγένετο; λέγε, ὦ Μαρκίων. ἀπὸ φαντασίας ἢ ἀπὸ σώματος ἐνεργοῦντος ὀγκηροῦ κατὰ ἀλήθειαν; ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ἐν αὐτῷ τῷ ἁγίῳ σώματι ἀνέστη ἐν ἀληθείᾳ. ἐποίησας δέ, ὦ Μαρκίων, ἀντὶ τοῦ «οὐ ταῦτά ἐστιν ἃ ἐλάλησαν οἱ προφῆται;» «οὐ ταῦτά ἐστιν ἃ ἐλάλησα ὑμῖν;» εἰ δὲ εἶπεν αὐτοῖς «ἐλάλησα ὑμῖν», πάντῃ ἐγίνωσκον αὐτὸν ἂν ἀπὸ τοῦ λόγου τοῦ «ἐλάλησα ὑμῖν». πῶς οὖν ἐν τῇ κλάσει τοῦ ἄρτου λέγει «ἠνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτὸν καὶ ἄφαντος ἐγένετο»; ἔπρεπεν γὰρ αὐτῷ θεῷ ὄντι καὶ μεταβάλλοντι αὐτοῦ τὸ σῶμα εἰς πνευματικὸν δεικνύναι μὲν αὐτὸ σῶμα ἀληθινόν, ἀφαντοῦσθαι δὲ ὅτε ἐβούλετο, ὅτι πάντα αὐτῷ δυνατά. καὶ γὰρ καὶ Ἐλισσαῖος, προφήτης ὢν καὶ ἐκ θεοῦ λαβὼν τὴν χάριν, ᾔτησε παρὰ θεοῦ 2.155 τοὺς αὐτὸν ζητοῦντας παταχθῆναι ἀορασίᾳ, καὶ ἐπατάχθησαν καὶ οὐκ ἔβλεπον αὐτὸν τοιοῦτον ὄντα οἷος ἦν. ἀλλὰ καὶ ἐν Σοδόμοις τὴν θύραν τοῦ Λὼτ ἀπέκρυψαν οἱ ἄγγελοι καὶ οὐκ ἔβλεπον αὐτὴν οἱ Σοδομῖται. μὴ καὶ ἡ θύρα τοῦ Λὼτ δόκησις ἦν, ὦ Μαρκίων; οὐχ ὑπολείπεται δέ σοι ἀντιλογία οὐδεμία. ἔκλασε γὰρ τὸν ἄρτον σαφῶς καὶ διέδωκε τοῖς αὐτοῦ μαθηταῖς. 20Σχόλιον20 ˉοˉη. «Τί τεταραγμένοι ἐστέ; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι πνεῦμα ὀστᾶ οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». 20Ἔλεγχος20 ˉοˉη. Τίς οὐκ ἂν καταγελάσῃ τοῦ λήρου, ἐν ἀφροσύνῃ ἑαυτὸν καὶ ἑτέρων ψυχὰς κατασπάσαντος εἰς Ἅιδην; εἰ μὲν γὰρ οὐχ ὡμολόγητο παρ' αὐτοῦ ταῦτα, πιθανὴ ἦν αὐτοῦ ἡ πλάνη καὶ συγγνώμην εἶχον οἱ ὑπ' αὐτοῦ ἠπατημένοι· νῦν δὲ ἐπειδὴ ἐκεῖνος ὡμολόγησε καὶ οὐ περιῆρε τὰ ῥητὰ ταῦτα, ἀναγινώσκουσι δὲ αὐτὰ καὶ οἱ αὐτοῦ, ἡ ἁμαρτία αὐτοῦ καὶ αὐτῶν μένει, καὶ ἀπαραίτητον τὸ αὐτοῦ καὶ τὸ αὐτῶν πῦρ ἀναπολογήτοις οὖσι, σαφῶς τοῦ σωτῆρος διδάξαντος ὅτι καὶ μετὰ ἀνάστασιν ὀστᾶ καὶ σάρκα ἔχει, ὡς αὐτὸς ἐμαρτύρησε λέγων «ὡς ἐμὲ ὁρᾶτε ἔχοντα». 12. Αὕτη ἐστὶν ἡ κατ' αὐτοῦ ἀπὸ τῶν λειψάνων τῶν παρ' αὐτῷ σῳζομένων ἐκ τοῦ εὐαγγελίου ὑπόθεσις τῆς ἡμῶν πεποιημένης δι' αὐτὸν πραγματείας, ὥς γε νομίζω ἱκανῶς ἐχούσης πρὸς ἀντίθεσιν τῆς αὐτοῦ ἀπάτης. ἐλεύσομαι δὲ καὶ εἰς τὰ ἑξῆς τῶν ἀποστολικῶν ῥητῶν παρ' αὐτῷ ἔτι σῳζομένων καὶ δι' ἡμῶν πάλιν οὕτως ἀναλελεγμένων, ἐν πρώτοις δὲ ἡμῖν καὶ καθ' εἱρμὸν δι' ὅλου οὕτως προταχθέντων τῶν ἀπὸ τῆς πρὸς Γαλάτας ἐπιστολῆς· αὕτη γὰρ παρ' αὐτῷ πρώτη κεῖται. ἡμεῖς δὲ τὴν ἀναλογὴν τότε ἐποιησάμεθα οὐχ ὡς παρ' αὐτῷ κεῖται ἀλλὰ ὡς ἔχει τὸ ἀποστολικόν, τὴν πρὸς Ῥωμαίους τάξαντες πρώτην· ὧδε δὲ κατὰ τὸν αὐτοῦ χαρακτῆρα οὕτως παρατιθέμεθα. 2.156 Ἀπὸ τῆς πρὸς Γαλάτας ἐπιστολῆς. 20Σχόλιον20 ˉα. «Μάθετε ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. ὅσοι γὰρ ὑπὸ νόμον, ὑπὸ κατάραν εἰσίν· ὁ δὲ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς». 20Ἔλεγχος20 ˉα. Τό «μάθετε ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται» κατὰ τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα γραφῆς παλαιᾶς ἐστι δεικτικά, ἅτινά ἐστι παρὰ τοῦ ἀποστόλου εἰς ἡμετέραν ζωὴν * ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν εἰρημένα περὶ καινῆς διαθήκης καὶ σύζυγα ὄντα τῆς ἡμῶν ἐλπίδος. καὶ τό «ὑπὸ κατάραν εἰσί» φησὶν ὅτι ἐν τῷ νόμῳ ἀπειλὴ ἐτύγχανε κατὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἕως ὅτε ἦλθεν ὁ ἄνωθεν ἐλθὼν καὶ ἑαυτὸν ἀπὸ τοῦ Ἀδὰμ φυράματος σῶμα ἀμφιάσας μετέβαλε τὴν κατάραν εἰς εὐλογίαν. 20Σχόλιον20 ˉβ. «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου». «ὁ δὲ ἐκ τῆς ἐπαγγελίας, διὰ τῆς ἐλευθέρας». 20Ἔλεγχος20 ˉβ. ∆εικνὺς πάλιν ὁ ἅγιος ἀπόστολος τὴν οἰκονομίαν τῆς ἐνσάρκου παρουσίας καὶ τοῦ σταυροῦ ἐπὶ τῇ λύσει τῆς κατάρας