197
γινομένην, ταύτην δὲ προγεγράφθαι ἐν τῷ νόμῳ καὶ πεπροφητεῦσθαι ὡς ἐσομένην, εἶτα τελεσθεῖσαν ἐπὶ τῷ σωτῆρι, ἐπέδειξε σαφῶς ὅτι οὐκ ἀλλότριος ὁ νόμος τοῦ σωτῆρος. ἐπροφήτευσε γὰρ καὶ ἐμαρτύρησε τοῖς ὑπ' αὐτοῦ μέλλουσι γίνεσθαι. 20Σχόλιον20 ˉγ. «Μαρτύρομαι δὲ πάλιν ὅτι ἄνθρωπος περιτετμημένος ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι». 20Ἔλεγχος20 ˉγ. Τό «ὀφειλέτης ἐστίν» οὐκέτι ὡς περὶ ἀπειρημένου λέγει, ἀλλὰ περὶ βαρυτέρου φορτίου δυναμένου ἐλαφρυνθῆναι, ἑνὸς δὲ ὄντος δεσπότου, δυναμένου καὶ βαρύνειν καὶ ἐλαφρύνειν διὰ τῆς προαιρέσεως τῶν μὴ παραιτησαμένων καταδέξασθαι τὴν διὰ τῆς χάριτος αὐτοῦ ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ σωτηρίαν. 2.157 20Σχόλιον20 ˉδ. Ἀντὶ τοῦ «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ» ἐποίησεν «δολοῖ». 20Ἔλεγχος20 ˉδ. Ἵνα μηδὲν ἀληθὲς παρ' αὐτῷ εὑρεθείη, οὐδαμοῦ σχεδὸν ἄνευ ῥᾳδιουργίας ταῖς γραφαῖς προσενήνεκται. ἀλλὰ ἀπ' αὐτῆς τῆς ἀκολουθίας ἡ φανέρωσις τοῦ λόγου γίνεται· ἡ γὰρ ζύμη τὸ εἶδος φυράματος ἔργον καὶ ἀπὸ τοῦ φυράματος τὸ ζυμοῦσθαι, καὶ οὐκ ἂν ἐν τοῖς πρωτοτύποις τὸ εἶδος ἠφάνιζεν ὁ συνετῶς τὴν παραβολὴν τοῦ αἰνίγματος ποιησάμενος. 20Σχόλιον20 ˉε. «Ὁ γὰρ πᾶς νόμος ὑμῖν πεπλήρωται· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». 20Ἔλεγχος20 ˉε. Τίς ἐστι χρεία τῷ ἁγίῳ ἀποστόλῳ νόμῳ χρῆσθαι, εἰ ἀπηλλοτρίωτο ἡ καινὴ διαθήκη τῆς παλαιᾶς νομοθεσίας; ἀλλ' ἵνα δείξῃ ὅτι τοῦ ἑνὸς θεοῦ αἱ δύο διαθῆκαι καὶ ἡ συμφωνία κατὰ τὸ πληρωτικὸν τοῦ νόμου διὰ τῆς ἀγάπης τοῦ πλησίον ἰσορρόπως ἐν ταῖς δύο διαθήκαις γνωρίζεται, τὸ τέλειον ἐργαζομένης τὸ ἀγαθόν, νόμου τελείωσιν εἶπεν εἶναι τὴν ἀγάπην. 20Σχόλιον20 ˉ. «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία ἀκαθαρσία ἀσέλγεια εἰδωλολατρεία φαρμακεία ἔχθραι ἔρεις ζῆλοι θυμοὶ ἐριθεῖαι διχοστασίαι αἱρέσεις φθόνοι μέθαι κῶμοι, ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν». 20Ἔλεγχος20 ˉ. Ὦ θαυμασίων μυστηρίων καὶ ἀντιθέτων * θεοῦ ὑποδειγμάτων. τῇ γὰρ σαρκὶ περιῆψε τὰ πάντα δεινά. ἡ σὰρξ δὲ οὐκ ἀεὶ ἦν, ἀλλὰ ἐν τῇ ἕκτῃ ἡμέρᾳ τῆς κοσμοποιίας, τοῦ Ἀδὰμ πλασθέντος, ἐγένετο ἡ σάρξ· ἔκτοτε ἔσχε τὴν ἀρχήν, φημὶ ἀπὸ τῆς πλάσεως, ἵνα ἐλεγχθῶσιν οἱ λέγοντες ἀεὶ καὶ ἐξ ἀρχῆς εἶναι τὸ κακόν. καὶ γὰρ οὔτε ἐξότε ἐπλάσθη ἡ σὰρξ ἥμαρτεν, ἵνα μὴ ὁ πλάστης αἴτιος νομισθῇ ἁμαρτίας, πλάσας σάρκα ἁμαρτωλήν, οὔτε προϋπῆρχε τοῦ πλάσματος τὸ κακόν. μετὰ χρόνον δὲ ἐν παρακοῇ ὁ Ἀδὰμ γε2.158 γονώς, ὡς ἔχων τὸ αὐτεξούσιον προαιρέσει ἰδίᾳ ἀφ' ἑαυτοῦ τὴν ἁμαρτίαν εἰς ἑαυτὸν διανοηθεὶς ἔπραξε, φημὶ δὲ τὴν ἀθέτησιν τοῦ αὐτοῦ δεσπότου διὰ τῆς παρακοῆς ποιησάμενος. ποῦ τοίνυν ἦν τὸ κακόν, πρὶν ἢ τὴν σάρκα εἶναι; πῶς δὲ εὐθὺς πλασθεῖσα οὐ τὸ κακὸν εἰργάσατο, ἀλλὰ χρόνῳ μετέπειτα; ἄρα γοῦν ἀνῄρηται ὁ περὶ τῆς κακίας ἀρχῆς λόγος. οὐ γὰρ δύναται ἀρχαΐζειν, ἐπειδὴ ἐν τῇ σαρκὶ τῇ μεταγενεστέρᾳ τὸ γίνεσθαι ἔχει ἡ κακία ἢ μὴ γίνεσθαι καὶ οὔτε ἡ σὰρξ πάλιν ἀκληρονόμητός ἐστι τῶν ἐπουρανίων. καὶ μή τις λάβηται τοῦ ἁγίου ἀποστόλου εἰπόντος «σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν». οὐ γὰρ πᾶσαν σάρκα αἰτιᾶται. πῶς γὰρ αἰτιαθήσεται σὰρξ ἡ μὴ πράξασα τὰ προειρημένα; καὶ ἐξ ἑτέρων δὲ ἀποδείξεων παραστήσω τὸ ζητούμενον. «τίς, γάρ φησιν, ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ;» πῶς οὐ κληρονομήσει Μαρία ἡ ἁγία μετὰ σαρκὸς τὴν βασιλείαν τῶν οὐρανῶν, ἡ μὴ πορνεύσασα μὴ ἀσελγήσασα μὴ μοιχευθεῖσα μηδέ τι τῶν ἀνηκέστων σαρκὸς ἔργων ἐργασαμένη, ἀλλὰ ἄχραντος μείνασα; οὐκ ἄρα τοίνυν περὶ σαρκὸς λέγει μὴ κληρονομεῖν βασιλείαν οὐρανῶν, ἀλλὰ περὶ σαρκικῶν ἀνθρώπων τῶν τὰ φαῦλα διὰ τῆς σαρκὸς πραττόντων,