198
ἅτινά ἐστι πορνεία, εἰδωλολατρεία καὶ τὰ τούτοις ὅμοια. καὶ ἐξ ἅπαντος ἐλήλεγκταί σου ἡ σκευωρία, ὦ Μαρκίων πεπλανημένε, τῆς ἀληθείας πάντῃ προλαβούσης καὶ τὸ στερεὸν τοῦ κηρύγματος τῆς ζωῆς ἀσφαλιζομένης. 20Σχόλιον20 ˉζ. «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς. παθήμασι καὶ ταῖς ἐπιθυμίαις». 20Ἔλεγχος20 ˉζ. Εἰ ἐσταύρωσαν καὶ τὴν σάρκα οἱ τοῦ Χριστοῦ, ὦ Μαρκίων, δῆλον οὖν ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι σὺν ταῖς ἐπιθυμίαις καὶ τοῖς παθήμασι καθαρὰν τὴν σάρκα ἀπέδειξαν καὶ ἐμιμήσαντο τὸν Χριστόν, δείξαντες αὐτὸν σάρκα ἐσταυρωκέναι. διὸ καὶ αὐτοὶ τὰ ἴσα τῷ δεσπότῃ αὐτῶν φρονήσαντες τὴν σάρκα ἐσταύρωσαν. καὶ εἰ τὴν σάρκα ἐσταύρωσαν, ἀνένδεκτον τὴν σάρκα ὑπὲρ Χριστοῦ παθοῦσαν μὴ σὺν Χριστῷ βασιλεύειν, καθὼς καὶ ἐν ἄλλῳ ῥητῷ δείκνυσιν ὁ 2.159 ἅγιος ἀπόστολος λέγων ὅτι «καθάπερ κοινωνοί ἐστε τῶν παθημάτων τοῦ Χριστοῦ, οὕτως καὶ τῆς δόξης». 20Σχόλιον20 ˉη. «Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν». 20Ἔλεγχος20 ˉη. Οὐκ ἀπηγόρευτο τοίνυν ἡ προτέρα περιτομὴ ἐν τῷ ἰδίῳ καιρῷ, εἰ νόμον ἐφύλαξε. νόμος δὲ Χριστὸν κατήγγελλεν ἐρχόμενον νόμον ἐλευθερίας παρασχέσθαι, καὶ οὐκέτι ἡ περιτομὴ ἐν σαρκὶ τῷ χρόνῳ τοῦ Χριστοῦ ἐξυπηρετήσειεν· ἦλθεν γὰρ ἡ διὰ Χριστοῦ ἀληθινή, ἧς τύπος ἐκείνη ἦν. οἱ δὲ ἔτι ἐν ἐκείνῃ σφραγιζόμενοι, κἄν τε πάντα τὸν νόμον φυλάξωσιν, οὐκέτι αὐτοῖς λογισθήσεται νόμου φύλαξις· ἐπειδὴ γὰρ ὁ νόμος ἔλεγεν περὶ Χριστοῦ ὅτι «προφήτην ἐγερεῖ ὑμῖν κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν μου ὡς ἐμέ, αὐτοῦ ἀκούσετε». αὐτῶν δὲ τοῦ Χριστοῦ μὴ ἀκουσάντων, «ἡ περιτομὴ ἀκροβυστία αὐτοῖς γίνεται» καὶ ἡ φύλαξις τοῦ νόμου οὐκέτι φύλαξις. καλὸς τοίνυν ὁ νόμος καὶ καλὴ ἡ περιτομή, ἀφ' οὗ καὶ ἀφ' ἧς ἔγνωμεν Χριστὸν καὶ τὸν ἐντελέστερον αὐτοῦ νόμον καὶ τὴν ἐντελεστέραν αὐτοῦ περιτομήν. Ἀπὸ τῆς πρὸς Κορινθίους ἐπιστολῆς ˉα· αὕτη γὰρ παρ' αὐτοῖς δευτέρα καὶ παρ' ἡμῖν. ˉα 20καὶ20 ˉθ 20σχόλιον20. «Γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». ˉα 20καὶ20 ˉθ 20ἔλεγχος20. Εἰ ἀπὸ τῶν γεγραμμένων ἐν τοῖς προφήταις ἀναλέγεται ὁ ἀπόστολος μαρτυρίας εἰς παράστασιν ἀληθείας καὶ ἀγαθῆς διδασκαλίας, οὐκ ἀλλότριοι οἱ προφῆται τῆς ἀληθείας καὶ τοῦ ἀγαθοῦ θεοῦ καὶ τῆς ἀγαθῆς αὐτοῦ διδασκαλίας. ˉβ 20καὶ20 ˉι 20σχόλιον20. «Ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω». ˉβ 20καὶ20 ˉι 20ἔλεγχος20. Εἰ ἐπαινετὸς ὑπάρχει ὁ καυχώμενος ἐν κυρίῳ παρὰ τῷ προφήτῃ, κύριον δὲ οἶδεν τὸν θεὸν τοῦ νόμου τὸν παρὰ 2.160 σοί, ὦ Μαρκίων, καὶ κριτὴν καὶ δημιουργὸν καὶ δίκαιον καλούμενον. οὐκ ἄλλος ἐστὶν οὗτος παρὰ τὸν τοῦ Χριστοῦ πατέρα, οὗ μαθητὴς ὑπάρχει Παῦλος· ἐπειδήπερ ἀπὸ τῆς τοῦ προφήτου διδασκαλίας ὁ διδάσκαλος κατασταθεὶς τῶν ἐθνῶν ὑπὸ Χριστοῦ Παῦλος ἀπὸ τῶν ὁμοίων καὶ τῶν αὐτῶν διδασκαλιῶν ἀνιμώμενος ὡς καθαρὸν ὕδωρ ἀρδεύει ἣν πεπίστευται ἐκκλησίαν. ˉγ 20καὶ20 ˉιˉα 20σχόλιον20. «Τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». ˉγ 20καὶ20 ˉιˉα 20ἔλεγχος20. Εἰ ἄρχοντες τοῦ αἰῶνος τούτου πολλοί, καταργοῦνται δὲ οἱ τοιοῦτοι, ἀναγκασθήσῃ, ὦ Μαρκίων, οὐκέτι τριῶν ἀρχῶν ζητεῖν τὰς ῥίζας, ἀλλὰ ἐρευνῆσαι σαυτῷ ἄλλον μῦθον πολλῶν ἀρχῶν καὶ πολλῶν ῥιζῶν καὶ πολλῆς τραγῳδίας. καὶ ὅταν συκοφαντῶν πλάσῃς οὐ γὰρ εὕροις, συναντήσει σοι τό «καταργουμένων»· ἐκ δὲ τοῦ λόγου τοῦ λέγοντος «καταργουμένων» ἀναιρεθήσεται ἡ παρὰ σοῦ φανταζομένη ἄναρχος τῶν ἀρχῶν ῥίζα. πᾶν γὰρ τὸ λῆγον οὐκ ἀίδιον ὑπάρχει, ἀλλὰ εἰ ἀρχὴν ἔσχε τοῦ εἶναι, καὶ τέλος ὑφέξει. ἀδύνατον γὰρ τὸ ἀρχὴν ἐσχηκὸς διαιωνίζειν ἀιδίως, εἰ μή τι ἂν θέλοι τὸ ὄν, αἴτιον γενόμενον τοῦ μὴ