199
ποτὲ ὄντος, ἀρξαμένου δὲ τοῦ εἶναι. τὸ δὲ ὂν ἐστὶν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα· τὸ δὲ μὴ ὂν ἐστὶ πάντα τὰ κεκτισμένα, ἀρχὴν ἐσχηκότα τοῦ εἶναι, ἐν οἷς καὶ τὸ λεγόμενον κακὸν καὶ ὂν κακόν, ἀπὸ ἀνθρώπων ἀρξάμενον τῶν γενομένων οὐκ ὄντων ποτέ· ἀρχὴν δὲ τοῦ κακοῦ ἐσχηκότος, ἐξότε καὶ ὁ ἄνθρωπος ὁ οὐκ ὤν ποτε * οὐκέτι ἔσται τὸ κακόν. ἀναμφιβόλως γὰρ ἀναιρεθήσεται, διὰ τὸ μὴ συνευδοκεῖν τὸν ὄντα τῷ ἀρχὴν ἐσχηκότι καὶ ἐν φαύλοις ἑαυτὸν καταστήσαντι· παυθήσεται γὰρ μετὰ τὴν ἀνάστασιν, οὐ μόνον ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ νόμου κηρύξεως καὶ πρὸ τοῦ δὲ νόμου ἀπὸ πολλῶν τῶν κατὰ τὸν φυσικὸν νόμον πεπολιτευμένων καὶ ἔτι γε περισσοτέρως ἀπὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας, τελειότατα δὲ ἀπὸ τῆς τῶν νεκρῶν ἀναστάσεως, ἐπειδή «σπείρονται ἐν φθορᾷ, ἐγείρονται ἐν ἀφθαρσίᾳ», μηκέτι τὸ κακὸν ἐργαζόμενοι, μηκέτι ἀποθνῄσκοντες. καὶ ὅτι δὲ παυθήσεται, μαρτυ2.161 ρήσει ὁ αὐτὸς λόγος τοῦ ἀποστόλου φάσκων «τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων». καὶ ἀνῄρηται πανταχόθεν ἡ κατὰ σέ, ὦ Μαρκίων, ὑπόθεσις, φαντασιώδης τις οὖσα καὶ ψευδὴς καὶ ἄστατος καὶ ἄλογος. ˉδ 20καὶ20 ˉιˉβ 20σχόλιον20. «Γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. καὶ πάλιν· κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι». ˉδ 20καὶ20 ˉιˉβ 20ἔλεγχος20. Τό «γέγραπται» εἰς χρῆσιν προφερόμενον καὶ τό «γινώσκει κύριος» ὁμολογούμενον, οὐκ ἀλλότριον ὑπάρχει τῷ ἀναλεξαμένῳ τὸ ῥητὸν τοῦ λόγου, φημὶ δὲ τῷ ἁγίῳ ἀποστόλῳ, παρ' ᾧ ἡ χρῆσις ἐμφέρεται. ἐξ ἧς χρήσεως ὁ χαρακτὴρ φανεῖται οὐκ ἀλλότριος τοῦ κηρύγματος τοῦ ἀποστόλου ἀπὸ τῆς παλαιᾶς διαθήκης, ὅθεν αὐτῷ ἡ μαρτυρία συνέστη. ˉε 20καὶ20 ˉιˉγ 20σχόλιον20. «Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός». ˉε 20καὶ20 ˉιˉγ 20ἔλεγχος20. Εἰ Πάσχα ὁ ἀπόστολος ὁμολογεῖ καὶ τυθέντα τὸν Χριστὸν οὐκ ἀρνεῖται, οὐκ ἀλλότριον τὸ Πάσχα τοῦ Χριστοῦ, τοῦ κατὰ νόμον Πάσχα πρόβατον θύοντος ἀληθινῶς καὶ οὐ δοκήσει, οὗ προβάτου τύπος ἦν ὁ οὐ δοκήσει θυόμενος Χριστὸς οὐδὲ ἄνευ σαρκὸς πάσχων. πῶς γὰρ ἠδύνατο πνεῦμα θύεσθαι; δῆλον ὅτι οὐκ ἠδύνατο. μὴ δυναμένου δὲ ἄνευ σαρκὸς τυθῆναι, τυθέντος δὲ ἐν ἀληθείᾳ, ὡς ὁμολογεῖται διὰ τῆς τοῦ ἀποστόλου ἀναμφιλέκτου μαρτυρίας, *. οὐκοῦν ἐκ παντὸς σαφῶς ἀποδέδεικται οὐκ ἀλλότριος ὁ νόμος, τύπῳ φερόμενος χρόνῳ ἄχρι τοῦ ἐντελεστέρου καὶ ἐναργοῦς προβάτου τυθέντος ἐν ἀληθείᾳ Χριστοῦ, οὗ προῆγεν ἐν τοῖς παλαιοῖς χρόνοις ἄλλοις θυόμενον τὸ πρόβατον τὸ αἰσθητόν. «ἡμῶν δὲ τὸ Πάσχα ἐτύθη Χριστός». ˉ 20καὶ20 ˉιˉδ 20σχόλιον20. «Οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν». ˉ 20καὶ20 ˉιˉδ 20ἔλεγχος20. Εἰ οὐκ ἀληθὴς ὁ νόμος, τίνι τῷ λόγῳ οἱ ἀληθεῖς τὰς μαρτυρίας ἀπὸ τοῦ νόμου λαμβάνουσιν; ὧν εἷς ὑπάρχει ὁ 2.162 ἅγιος θεοῦ ἀπόστολος Παῦλος, ὁ τὴν μαρτυρίαν ταύτην μετὰ καὶ πολλῶν ἄλλων λαβὼν εἰς ἐναργῆ παράστασιν ἀληθείας καὶ κηρύγματος τοῦ ἀγαθοῦ θεοῦ. ˉζ 20καὶ20 ˉιˉε 20σχόλιον20. Μετηλλαγμένως· ἀντὶ γὰρ τοῦ «ἐν τῷ νόμῳ» λέγει «ἐν τῷ Μωυσέως νόμῳ». λέγει δὲ πρὸ τούτου «ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει». ˉζ 20καὶ20 ˉιˉε 20ἔλεγχος20. Κἄν τε ἐν τῇ δευτέρᾳ ἀποφάσει ἀλλάξῃς τὸ εἶδος, ὦ Μαρκίων, καὶ νομίσῃς ἀπὸ τοῦ πεποιηκέναι σε «ἐν τῷ νόμῳ Μωυσέως» ἀπαλλοτριοῦν διὰ τοῦ «Μωυσέως» θεοῦ τὸν νόμον, ἄνωθεν ὁ σύνδεσμος ἐλέγχει σου τὴν ἀφροσύνην, τό «ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει· ἐν γὰρ τῷ νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα». οὐδὲν δὲ ἡμᾶς ἠδίκησας, κἄν τε προσθείης τὸ ὄνομα Μωυσέως, ἀλλὰ ἡμᾶς μὲν ὠφέλησας, κατὰ σαυτοῦ δὲ τὴν μαρτυρίαν ἔσφιγξας πανταχόθεν τε ὡμολόγησας ἀγνοῶν, τοῦ θεοῦ εἶναι τὸν Μωυσέως νόμον ἀπὸ τοῦ «ἐν τῷ νόμῳ Μωυσέως» καὶ «ὁ νόμος λέγει». ἐπακολουθεῖ γὰρ ὁ ἀπόστολος συντιθέμενος ἐν τῷ μετέπειτα εἰρηκέναι «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ πάντως δι' ἡμᾶς εἴρηκεν». εἰ