201
φάσκει δὲ ὁ ἀπόστολος μὴ ἐν τοῖς πλείστοις τὸν Χριστὸν ηὐδοκηκέναι, πάντως διὰ παράνομον πρᾶξιν τῶν αὐτῶν. εἰ δὲ οὐκ ηὐδόκησεν ἐν τοῖς κατὰ τὸν νόμον παράνομα ἐργασαμένοις, ἄρα ἀγανακτεῖ πρὸς τοὺς τοιούτους, ὡς αὐτοῦ δεδωκότος τὸν νόμον, καὶ διδάσκει ἑαυτοῦ τὸν νόμον ὑπάρχειν, καιρῷ δοθέντα καὶ δικαίως ἐξυπηρετηθέντα ἄχρι τῆς ἐνσάρκου αὐτοῦ παρουσίας. πρέπον γάρ ἐστιν οἰκοδεσπότῃ καθ' ἕκαστον καιρὸν ἁρμοδίως ἐπιτάσσειν τοῖς ἑαυτοῦ οἰκέταις τὰ πρέποντα. εὐθὺς δὲ ἐπιφέρει λέγων «ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, πρὸς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν»· οὐχὶ κατὰ πάντων τὴν ψῆφον διεξιών. καὶ πόθεν οἶδας ταῦτα, ὦ ἀπόστολε; ἐπιφέρει «ὡς γέγραπται» φήσας «ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν». ἄρα γοῦν ἀληθὴς ἡ γραφή, ἐξ ἧς καὶ τὸν ἔλεγχον κατὰ τῶν ἀνόμων ὁ ἀπόστολος λαμβάνει. εἶτα πάλιν «μηδὲ πειράζωμεν τὸν κύριον». ὁ δὲ Μαρκίων ἀντὶ τοῦ 2.165 «κύριον» Χριστὸν ἐποίησε. κύριος δὲ καὶ Χριστὸς ταὐτὸν ὑπάρχει, κἂν μὴ δοκοίη τῷ Μαρκίωνι, προϋποτεταγμένης τῆς τοῦ Χριστοῦ ἐπωνυμίας ἐν τῷ εἰπεῖν «ἡ πέτρα ἦν ὁ Χριστός· καὶ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησε». διεξιὼν δὲ πάλιν ὁ ἅγιος ἀπόστολος πᾶσαν τὴν τοῦ κεφαλαίου ὑπόθεσίν φησιν «ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν». εἰ τοίνυν τὰ τυπικῶς ἐκείνοις συμβεβηκότα ἐγράφη ἡμῖν εἰς νουθεσίαν, ὁ γράψας τὰ γεγονότα τότε εἰς νουθεσίαν ἡμῶν ἐπεμελεῖτο ὧν καὶ τὴν νουθεσίαν ἐποιεῖτο, τὸ μὴ γίνεσθαι ἡμᾶς ἐπιθυμητὰς κακῶν. ὁ δὲ μὴ θέλων κακῶν ἐπιθυμητὰς ἡμᾶς εἶναι ἄρα ἀγαθὸς ὑπάρχει καὶ οὐ κακός. ἐν οἷς γὰρ ὑπάρχει, ἐν τούτοις προτρέπεται ἡμᾶς εἶναι, ὁ αὐτὸς ἀγαθὸς θεὸς ὢν καὶ δίκαιος, ὁ τῶν προγραφέντων θεὸς καὶ τῶν μετέπειτα νουθετουμένων, κτιστὴς ὢν τῶν πάντων καὶ δημιουργὸς καὶ νομοθέτης καὶ δωρητικὸς τῶν εὐαγγελίων καὶ καθοδηγὸς τῶν ἀποστόλων. ˉι 20καὶ20 ˉιˉη 20σχόλιον20. «Τί οὖν φημι; ὅτι ἱερόθυτον τί ἐστιν ἢ εἰδωλόθυτον τί ἐστιν; ἀλλ' ὅτι ἃ θύουσι, δαιμονίοις καὶ οὐ θεῷ». προσέθετο δὲ ὁ Μαρκίων τὸ ἱερόθυτον. ˉι 20καὶ20 ˉιˉη 20ἔλεγχος20. «Τί οὖν φημι; εἰδωλόθυτον τί ἐστιν; ἀλλ' ὅτι ἃ θύουσι, δαιμονίοις θύουσι καὶ οὐ θεῷ». οὐκ ἀπηγόρευσε τὸν παλαιὸν τῶν πατέρων χρόνον ὁ ἀπόστολος ἕως αὐτοῦ καὶ ἕως ἐνέστηκεν Ἱερουσαλὴμ ἀπὸ τοῦ εἰπεῖν τοὺς εἰς τὰ εἴδωλα θύοντας δαιμονίοις θύειν καὶ οὐ θεῷ. οὐκ ἄρα κατέκρινε τῶν θεῷ θυσάντων, ὅτε χρεία θυσιῶν ἦν. κατακρίνει δὲ τοὺς θύοντας εἰδώλοις, οὐ διὰ τὸ θύειν ἀλλὰ διὰ τὸ ἀντὶ θεοῦ εἰδώλοις θύειν. οὔτε γὰρ θύουσιν, ἵνα τροφὴν ἑαυτοῖς ἐκ θεοῦ κεχαρισμένην εἰς μετάληψιν ἐργάσωνται, ἀλλὰ δαίμοσι θύοντες καὶ ματαιοφροσύνῃ *. σὺ δέ, ὦ Μαρκίων, προσέθηκας τὸ ἱερόθυτον, νομίσας ἀπὸ τοῦ μεμίχθαι τὰ δύο ὀνόματα, ἱεροῦ τε καὶ εἰδώλου, συνάπτεσθαι τῶν δύο τρόπων τὴν σχέσιν. καὶ οὐκ ἔστιν τοῦτο. εἰ μὲν γὰρ μετὰ τὸ ἐλθεῖν τὴν καινὴν διαθήκην ἐθύετο τῷ Χριστῷ κατ' ἰδίαν καὶ εἰς ὄνομα αὐτοῦ ζῷα ἀνεφέρετο, πιθανὸν ἄν σοι ηὑρίσκετο τὸ τῆς συκοφαντίας ψεῦδος, ὡς τῶν νῦν 2.166 θεῷ θυόντων Χριστῷ θυόντων, τῶν δὲ τότε θυσάντων ἐν τῷ ἱερῷ Ἱεροσολύμων καὶ τῶν τοῖς εἰδώλοις θυόντων ὁμοῦ συναπτομένων καὶ δαίμοσι θυόντων καὶ οὐχὶ θεῷ. μηδενὸς δὲ θύσαντος ζῷα Χριστῷ ἀπὸ τῆς Χριστοῦ ἐνδημίας καὶ καινῆς διαθήκης, φανερὰ ἡ παρὰ σοὶ προσθήκη. εἰ δὲ καὶ φύσει ἔκειτο ἡ λέξις ἐν τῷ ἀποστόλῳ περὶ ἱεροθύτου καὶ εἰδωλοθύτου, ὅμως ἓν καὶ τὸ αὐτὸ ἐκρίνετο παρὰ τοῖς τὸν εὔλογον λογισμὸν κεκτημένοις, καταχρηστικῶς λεγομένης τῆς λέξεως ὑπὸ τοῦ ἀποστόλου διὰ τὴν τῶν ἀνθρώπων συνήθειαν τῶν ἀεὶ τὸ εἴδωλον ἱερὸν καλούντων. Καὶ πανταχόθεν διέπεσέ σου ἡ ψευδήγορος διάνοια, ἀποδειχθείσης τῆς ἀληθείας, ὅτι οἱ θύοντες εἰδώλοις ἤτοι κατὰ τὸν αὐτῶν λόγον ἱερόθυτον ὃ ἐποίουν ἢ ποιοῦσι * ψεῦδος ἐργαζόμενοι