202
δαιμονίοις θύουσι καὶ οὐχὶ θεῷ· ἀλλ' οὐχ οἵ ποτε κατὰ νόμον θύσαντες δικαιότατα. νῦν δὲ μηκέτι τούτου γενομένου, αὐτοῦ θέλοντος, ὡς καὶ ἀπὸ τῶν ἀνέκαθεν διὰ Ἰερεμίου τοῦ προφήτου ἔλεγεν «ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις καὶ κινάμωμον ἐκ γῆς μακρόθεν;» καὶ πάλιν «αἱ θυσίαι σου οὐχ ἥδυνάν μοι» καὶ ἄλλοτε «ἆρόν σου τὰς θυσίας, Ἰσραήλ, καὶ φάγετε κρέα. οὐ γὰρ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου περὶ θυσιῶν, ἀλλὰ τοῦτο ἐνετειλάμην αὐτοῖς, ἕκαστον ποιεῖν δικαιοσύνην πρὸς τὸν πλησίον»· αὐτοῦ δὲ λέγοντος ὅτι οὐκ ἐνετειλάμην καὶ αὐτοῦ ἐν τῷ νόμῳ λέγοντος τῷ Μωυσῇ ὅτι «ἕκαστος τῶν υἱῶν Ἰσραὴλ ἐὰν προσενέγκῃ θυσίαν ἐκ βοῶν ἢ προβάτων, ἄρσεν ἄμωμον προσφερέτω» καὶ πάλιν «ἐάν τις ἁμάρτῃ καὶ γένηται ἔν τινι πλημμελείᾳ, προσαγάγῃ πρόβατον» καὶ πάλιν «ἐὰν ἁμάρτῃ ὁ λαός, προσενέγκῃ μόσχον», ἔδειξε μὲν εὐπροσδέκτως αὐτὸν κομίζεσθαι τὰς ὑπὲρ σωτηρίας τοῦ λαοῦ ποτε τελεσθείσας θυσίας, 2.167 οὐκ αὐτοῦ ἐπιδεομένου τούτων οὐδὲ θέλοντος ταῦτα, ἀλλὰ συγκαταβαίνοντος αὐτῶν τῇ ἀσθενείᾳ καὶ τῇ τῆς ἀνθρωπότητος προλήψει, ἵνα ἀπὸ τῆς πολυθεΐας εἰς τὴν περὶ τοῦ ἑνὸς θεοῦ γνῶσιν μετενέγκῃ τὴν τῶν ἀνθρώπων διάνοιαν. ἐπειδὴ γὰρ ἰσχυρῶς ἐτεθεμελίωτο ἡ διάνοια αὐτῶν ἐν τῇ θυσίᾳ ὡς ἐν εὐσεβείᾳ, τῇ ὑπὲρ ἱλασμῶν ἑαυτῶν καὶ σωτηρίας εἰδώλοις προσφερομένῃ, εἰς δὲ τὸ μὴ ἅπαξ χαλεπῶς φέρειν διὰ τὴν συνήθειαν, τοῦ ἀποστρέψαι * τοῦτο ποιεῖν ἕως καιροῦ εἰς αὐτοῦ ὄνομα ἀπὸ τῆς πολυθέου φαντασίας, ἠθέλησε τὰ κατ' ἔθος αὐτοῖς γινόμενα εἰς αὑτὸν μεταλλάξαι, ἵνα λοιπὸν γνόντες τὸν ἕνα καὶ πιστεύσαντες ἀσφαλῶς τῷ ἑνὶ παρ' αὐτοῦ ἀκούσωσιν «μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;» καί «μὴ τεσσαράκοντα ἔτη θυσίαν προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;». καίτοι γε πολλῶν θυσιῶν τότε προσενεχθεισῶν, ἵνα δείξῃ ὅτι οὐκ αὐτῷ προσέφερον, καίτοι γε αὐτοῦ δεχομένου καὶ εἰς ὄνομα αὐτοῦ αὐτῶν προσφερόντων, ἀλλὰ διὰ τὴν αὐτῶν ἐν τοῖς τοιούτοις ἀναχθεῖσαν συνήθειαν, ἕως μεταλλεύσῃ καθελκύσας ἀπὸ συνηθείας πολλῶν εἰς τὸν ἕνα καὶ ἀπὸ τοῦ ἑνὸς λοιπὸν μάθωσιν ὅτι οὔτε ἔχρῃζεν οὔτε χρῄζει καὶ λοιπὸν ἀποκόψῃ διὰ τῆς ἐνσάρκου παρουσίας τῆς τοῦ Χριστοῦ αὐτοῦ τὸ πᾶν τῆς ὑποθέσεως τῶν θυσιῶν, τῆς μιᾶς θυσίας τελειωσάσης τὰς προϋπαρξάσας πάσας, ἥτις ἐστὶ θυσία Χριστοῦ, ὅτι «τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός» κατὰ τὸ γεγραμμένον· ἧς θυσίας καὶ Πάσχα καὶ διδασκαλίας παιδαγωγὸς ἐγένετο ὁ νόμος, ὁδηγῶν διὰ τὸν τύπον καὶ ἀποκαθιστῶν εἰς τὴν ἐντελεστέραν διδασκαλίαν. ˉιˉα καὶ ˉιˉθ σχόλιον. «Ἀνὴρ οὐκ ὀφείλει κομᾶν, δόξα καὶ εἰκὼν θεοῦ ὑπάρχων». ˉιˉα καὶ ˉιˉθ ἔλεγχος. Εἰκόνα οὐ μόνον τὸν ἄνθρωπον θεοῦ ὁρίζεται ὁ ἀπόστολος, ἀλλὰ καὶ δόξαν. τὴν κόμην δὲ ὑποτιθέμενος σωματικήν, οὖσαν κατ' ἰδίαν ἐν σώματι καὶ οὐκ ἐν ψυχῇ, οὐκ ἀλλότριον ἄρα θεοῦ τὸ ποίημα ὁρίζεται τοῦ ἀγαθοῦ διὰ τοῦ ὁμολογεῖν αὐτὸν τὰ ἀπὸ παλαιᾶς ἐν καινῇ πληρούμενα διαθήκῃ. 2.168 ˉιˉβ 20καὶ20 ˉκ 20σχόλιον20. «Ἀλλὰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα». ˉιˉβ 20καὶ20 ˉκ 20ἔλεγχος20. Εἰ ὁ θεὸς συνεκέρασε τὸ σῶμα, οὐκ ἄλλον δὲ θεὸν ὁ ἀπόστολος κηρύσσει ἀλλὰ τὸν ὄντα, ὁμολογεῖ δὲ τὸν θεὸν τὸ σῶμα τοῖς μέλεσι κεκερακέναι, οὐκ ἄλλον οἶδεν θεὸν ἀλλ' ἢ τὸν δημιουργόν, αὐτὸν ἀγαθὸν καὶ κτιστὴν καὶ δίκαιον, πάντων ποιητήν, ἐξ ὧν πάντων ἓν ἔργον ὑπάρχει ὁ ἄνθρωπος, ὁ τοῖς μέλεσιν ὑπ' αὐτοῦ καλῶς κεκερασμένος. ˉιˉγ 20καὶ20 ˉκˉα 20σχόλιον20. Πεπλανημένως ὁ Μαρκίων μετὰ τό «ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι», προσέθετο «διὰ τὸν νόμον». ˉιˉγ 20καὶ20 ˉκˉα 20ἔλεγχος20. Ἄρα καὶ αἱ γλῶσσαι ἐκ τοῦ χαρίσματος τοῦ πνεύματός εἰσι. γλώσσας δὲ ὁποίας λέγει ὁ ἀπόστολος; * ὅπως γνῶσιν οἱ τὰς φωνὰς τὰς Ἑβραΐδας τὰς διαφόρως καὶ