203
ποικίλως ἐν ἑκάστῃ λέξει καλῶς μετὰ σοφίας ποικιλθείσας, ἀλλὰ καὶ τὴν κομπώδη γλῶσσαν τῶν Ἑλλήνων αὐχοῦντες, τὸ ἀττικίζειν καὶ αἰολίζειν καὶ ∆ωρικῶς φθέγγεσθαι, * τινὲς τῶν παρὰ τοῖς Κορινθίοις τὰς πτύρσεις καὶ στάσεις ἐργασαμένων, οἷς ἡ ἐπιστολὴ ἐπεστέλλετο. καὶ ὡμολόγησε μὲν χάρισμα εἶναι πνευματικὸν τὸ ταῖς Ἑβραϊκαῖς λέξεσι κεχρῆσθαί τε καὶ τὸν νόμον διδάσκειν, οὐ μὴν ἀλλὰ καὶ τὰ ἄλλα κομπώδη καθελὼν τῆς τῶν Ἑλλήνων γλώσσης ἔφησεν μᾶλλον γλώσσαις αὐτὸν αὐτῶν λαλοῦντα διὰ τὸ εἶναι αὐτὸν Ἑβραῖον ἐξ Ἑβραίων, παρὰ τοὺς πόδας Γαμαλιὴλ ἀνατεθραμμένον, ὧν Ἑβραίων τὰ γράμματα ἐν ἐπαίνοις τίθησι καὶ τῆς τοῦ πνεύματος δωρεᾶς ὄντα χαρίσματα *· διὸ καὶ περὶ τῶν αὐτῶν καὶ Τιμοθέῳ γράφων ἔλεγεν «ὅτι ἀπὸ νεότητος ἱερὰ γράμματα ἔμαθες». ἔτι δὲ προστιθεὶς πρὸς 2.169 τοὺς ἀπὸ Ἑλλήνων ποιητῶν καὶ ῥητόρων ὁρμωμένους τὰ ἴσα φάσκων ὁμοίως ἔφη «πάντων πλέον ὑμῶν λαλῶ γλώσσαις», ἵνα δείξῃ καὶ τῆς Ἑλληνικῆς παιδείας αὐτὸν ἐν πείρᾳ ὑπερβαλλόντως γεγενῆσθαι. καὶ γὰρ καὶ ὁ χαρακτὴρ αὐτοῦ σημαίνει αὐτὸν ὑπάρχειν ἐν προπαιδείᾳ, οὗ * οὐκ ἠδυνήθησαν Ἐπικούρειοι καὶ Στωϊκοὶ ἀντιστῆναι, ἀνατρεπόμενοι διὰ τῆς λογίως παρ' αὐτοῦ ἀναγνωσθείσης τοῦ βωμοῦ ἐπιγραφῆς τῆς ἐπιγεγραμμένης «τῷ θεῷ ἀγνώστῳ», ῥητῶς ἀναγνωσθείσης παρ' αὐτοῦ καὶ εὐθὺς μεταφραστικῶς ῥηθείσης «ὃν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν», καὶ πάλιν φήσαντος «εἶπέν τις ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί», ἵνα τὸν Ἐπιμενίδην δείξῃ, ἀρχαῖον ὄντα φιλόσοφον καὶ κτιστὴν τοῦ παρὰ Κρησὶν εἰδώλου· ἀφ' οὗπερ καὶ Καλλίμαχος ὁ Λίβυς τὴν μαρτυρίαν εἰς ἑαυτὸν συνανέτεινε, ψευδῶς περὶ ∆ιὸς λέγων· Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο, σὺ δ' οὐ θάνες· ἐσσὶ γὰρ αἰεί. καὶ ὁρᾷς πῶς διηγεῖται περὶ γλωσσῶν ὁ ἅγιος ἀπόστολος, «ἀλλὰ θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ τῷ νοΐ μου» τουτέστιν διὰ τῆς ἑρμηνείας «φράσαι». ὡς ὁ προφήτης ἐν πνεύματι ἁγίῳ εἰς τὸν νοῦν προκεχορηγημένα φέρων εἰς φῶς διὰ τῆς προφητείας ὠφελεῖ τοὺς ἀκούοντας, οὕτως κἀγὼ θέλω, φησί, λαλῆσαι εἰς ἀκοὴν τῆς ἐκκλησίας καὶ οἰκοδομὴν καὶ μὴ διὰ τοῦ κόμπου Ἑλληνίδος τε καὶ Ἑβραΐδος ἑαυτὸν οἰκοδομεῖν τὸν εἰδότα καὶ οὐχὶ τὴν ἐκκλησίαν δι' ἧς ἐπίσταται γλώσσης. σὺ δὲ προσέθηκας, ὦ Μαρκίων, τό «διὰ τὸν νόμον», ὡς τοῦ ἀποστόλου λέγοντος «θέλω πέντε λόγους ἐν ἐκκλησίᾳ λαλῆσαι διὰ τὸν νόμον». αἰδέσθητι, Βαβυλὼν δευτέρα καὶ καινὴ Σοδόμων πολυμιξία. ἕως πότε συγχεῖς τὰς γλώσσας; ἕως πότε τολμᾷς κατὰ τῶν ὑπὸ σοῦ 2.170 μηδὲν ἀδικουμένων; ζητεῖς γὰρ βιάσασθαι ἀγγελικὰς δυνάμεις, ἐκβαλὼν τοὺς λόγους τῆς ἀληθείας ἀπὸ τῆς ἐκκλησίας φάσκων τῷ Λὼτ τῷ ἁγίῳ «ἐξάγαγε τοὺς ἄνδρας». καὶ ὃ ἐπιχειρεῖς κατὰ σεαυτοῦ ἐπιχειρεῖς, τοὺς δὲ λόγους τῆς ἀληθείας οὐκ ἐκβαλεῖς, ἀλλὰ σεαυτὸν πατάσσεις ἐν ἀορασίᾳ καὶ ἐν νυκτὶ ἐζοφωμένῃ διάγεις, ψηλαφῶν τὴν θύραν καὶ μὴ εὑρίσκων ἕως ἀνατείλῃ ὁ ἥλιος καὶ ἴδῃς τὴν ἡμέραν τῆς κρίσεως· ἐν ᾗ καὶ τὸ πῦρ ἀπαντήσεται τῇ σῇ ψευδηγορίᾳ. τοῦτο γάρ σε ἐκδέχεται, ὡς ὁρᾷς. οὔτε γὰρ κεῖται παρὰ τῷ ἀποστόλῳ τό «διὰ τὸν νόμον» καὶ παρὰ σοῦ τοῦτο πεποιήτευται. εἰ δὲ καὶ ἔλεγεν ὁ ἀπόστολος «διὰ τὸν νόμον», συνᾳδόντως ἔλεγεν τῷ ἑαυτοῦ κυρίῳ, οὐχ ἵνα καταλύσῃ τὸν νόμον, ἀλλ' ἵνα πληρώσῃ. ˉιˉδ 20καὶ20 ˉκˉβ 20σχόλιον20. «Ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω πρὸς τὸν λαὸν τοῦτον». ˉιˉδ 20καὶ20 ˉκˉβ 20ἔλεγχος20. Εἰ μὴ ἐπλήρωσε κύριος τὰ ἐν τῷ νόμῳ προειρημένα, τίς ἦν χρεία τὸν ἀπόστολον ὑπομνῆσαι τὰ ἀπὸ νόμου ἐν καινῇ διαθήκῃ πληρούμενα; ὡς καὶ ὁ σωτὴρ ἔδειξεν ὅτι αὐτὸς ἦν ὁ καὶ τότε ἐν νόμῳ λαλήσας καὶ κατὰ ἀπειλὴν ὁρίσας αὐτοῖς λέγων «διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ, καὶ ὤμοσα εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου»·