204
διὸ καὶ ἐν ἑτερογλώσσοις ἐπηγγείλατο λαλῆσαι αὐτοῖς, ὡς καὶ ἐλάλησε, καὶ οὐκ εἰσῆλθον. τοῦτο γὰρ εὑρίσκεται λέγων τοῖς αὐτοῦ μαθηταῖς «ὑμῖν δέδοται τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι» καὶ τὰ ἑξῆς. πανταχοῦ τοίνυν ἐν τῇ καινῇ τὰ ἀπὸ παλαιᾶς πληρούμενα παντί τῳ σαφές ἐστιν ὅτι οὐχ ἑτέρου θεοῦ καὶ ἑτέρου θεοῦ, ἀλλὰ τοῦ αὐτοῦ αἱ δύο διαθῆκαι συνίστανται. ˉιˉε 20καὶ20 ˉκˉγ 20σχόλιον20. «Αἱ γυναῖκες ἐν ἐκκλησίᾳ σιγάτωσαν· οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει». ˉιˉε 20καὶ20 ˉκˉγ 20ἔλεγχος20. Εἰ κατὰ τὸν νόμον διατάσσεται ὁ ἅγιος τοῦ θεοῦ ἀπόστολος τὴν εὐταξίαν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ, οὐκ ἄτακτος ὁ νόμος, ἀφ' οὗπερ τὴν εὐταξίαν μετακομίζεται οὐδὲ ἀλλοτρίου θεοῦ 2.171 ὑπάρχει ὁ νόμος, τὴν γυναῖκα καθυποτάξας τῷ ἀνδρί. συναρέσκει γὰρ καὶ τῷ ἀποστόλῳ τοῦτο ἐν τῇ τῆς ἐκκλησίας νομοθεσίᾳ, ὥς φησι· «καθὼς καὶ ὁ νόμος λέγει». ποῦ δὲ εἶπεν ὁ νόμος ἀλλὰ ἐν τῷ εἰπεῖν τὸν θεὸν πρὸς τὴν Εὔαν εὐθύς «πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει»; εἰ γὰρ καὶ ἐν ἄλλοις τόποις, ἀλλὰ ἐντεῦθεν ἡ ἀρχή. εἰ τοίνυν ἀπὸ τότε ἡ γυνὴ ὑπετάγη ἐκ προστάγματος θεοῦ τῷ ἀνδρὶ καὶ ἀκολούθως ὁ ἀπόστολος καθυποτάσσει ταύτην, οὐκ ἀντιθέτως τῷ ποιήσαντι τὸν ἄνθρωπον καὶ τὴν γυναῖκα θεῷ καὶ αὐτὸς κελεύων δείκνυσιν ἐξ ἅπαντος ὅτι τοῦ αὐτοῦ θεοῦ ὑπάρχει ὁ ἀπόστολος νομοθέτης θεοῦ, οὗ καὶ ὁ νόμος ἦν καὶ ἡ πᾶσα παλαιὰ διαθήκη, καὶ τοῦ αὐτοῦ ἡ καινὴ διαθήκη, τουτέστιν αἱ δύο διαθῆκαι, αἱ τὴν γυναῖκα τότε καὶ νῦν καθυποτάξασαι τῷ ἀνδρὶ δι' εὐσεβῆ καὶ ἀντίρροπον εὐταξίαν. ˉιˉ 20καὶ20 ˉκˉδ 20σχόλιον20. Περὶ ἀναστάσεως νεκρῶν· «γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν». καὶ ὅτι «εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον» καὶ τὰ ἑξῆς. «οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε», «ὅτι Χριστὸς ἀπέθανεν καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ». «ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος». ˉιˉ 20καὶ20 ˉκˉδ 20ἔλεγχος20. «Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν». εἰ εὐηγγελίσατο καὶ αὐτὸ πάλιν γνωρίζει, οὐκ ἄλλο τι εὐαγγέλιον οὔτε ἄλλη γνῶσις μετὰ τὴν μίαν καὶ τὸ ἕν, ὅπερ ἓν τυγχάνει διὰ τῶν τεσσάρων εὐαγγελίων καὶ τῶν ἀποστόλων, ἵνα ἐλέγξῃ τὸν Μαρκίωνα τὸν μετὰ τοσαῦτα ἔτη ἥκοντα, μετὰ χρόνους τοῦ καλουμένου Ὑγίνου, τοῦ Ῥωμαίων ἐπισκόπου τοῦ κατὰ διαδοχὴν ἐνάτου γενομένου ἀπὸ τῆς τῶν ἀποστόλων Πέτρου καὶ 2.172 Παύλου τελειώσεως. διὸ ἐπασφαλιζόμενος ὁ αὐτὸς ἀπόστολος ἔλεγεν «κἄν τε ἡμεῖς ἢ ἄγγελος εὐαγγελίσηται ὑμῖν παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω», γινώσκων πνεύματι ἁγίῳ ὅτι μέλλει Μαρκίων καὶ οἱ κατ' αὐτὸν διαστρέφειν τὴν ὁδὸν τὴν καλῶς ἡδραιωμένην. ὅθεν οὐκέτι εἶπεν «εὐαγγελίζομαι ὑμῖν», ἀλλὰ «γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον», οὐκ ἄλλο ὄν, ἀλλὰ «ὃ ἤδη εὐηγγελισάμην ὑμῖν», οὗ τὴν ὑπόμνησιν ὑμῖν ποιοῦμαι. «γνωρίζω ὑμῖν τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε». εἰ μὴ γὰρ κατέχετε, ὡς ἐκήρυξα ὑμῖν, χωρὶς αὐτοῦ εἰκῆ ἐπιστεύσατε. «εὐηγγελισάμην γὰρ ὑμῖν ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς καὶ ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐγήγερται, κατὰ τὰς γραφὰς» καὶ οὐ κατὰ μῦθον καὶ οὐδὲ κατὰ τὴν διδασκαλίαν τῶν μελλόντων ἀφ' ἑαυτῶν λαλεῖν ἃ μὴ γέγραπται· οἱ μὲν γὰρ Ἰουδαῖοι ἀφ' ἑαυτῶν λέγουσι μὴ ἐγηγέρθαι, Μαρκίων δὲ καὶ οἱ ἄλλοι λέγουσιν ἀφ' ἑαυτῶν δοκήσει πεπονθέναι καὶ τετάφθαι, ἐγὼ δὲ κατὰ τὰς γραφὰς ἀσφαλίζομαι ὑμᾶς. εὐθὺς γὰρ ἐπιφέρει λέγων «οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε, ὅτι Χριστὸς ἀπέθανεν καὶ ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ» καὶ εὐθύς «εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται καὶ εἰ Χριστὸς οὐκ ἐγήγερται, μάταιον τὸ κήρυγμα ἡμῶν». καὶ μετὰ ταῦτα πάντα «δεῖ γὰρ τὸ