205
θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν». καὶ οὐκ εἶπεν τὸ θνητὸν τοῦτο χωρῆσαι τὴν ἀθανασίαν ἢ τὸ φθαρτὸν τοῦτο χωρῆσαι τὴν ἀφθαρσίαν, ἀλλὰ τὸ θνητὸν καὶ φθαρτὸν ἐνδύσασθαι ἀθανασίαν καὶ ἀφθαρσίαν. ποῖον δέ ἐστι θνητὸν ἀλλὰ τὸ σῶμα τὸ οὐ χωρῆσαν ἐν αὐτῷ μόνον ἀθανασίαν, ἀλλὰ καὶ οἰκειῶσαν καὶ μέλλον ἐνδύσασθαι τὴν ἀθανασίαν, οὐ τοῦ σώματος ἀποβαλλομένου καὶ τῆς ψυχῆς τῆς μὴ ἀποθνῃσκούσης ἐνδυομένης ἀθανασίαν, ἀλλὰ τοῦ θνητοῦ ἐνδυομένου ἀθανασίαν καὶ τοῦ φθαρτοῦ ἀφθαρσίαν τουτέστιν τοῦ σώματος; αὐτοῦ γὰρ καὶ θάνατός ἐστι καὶ φθορὰ πρόσκαιρος, διὰ τὴν λύσιν τὴν ἐπενεχθεῖσαν αὐτῷ διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς. ὅτι δὲ περὶ τῶν μελλουσῶν φησιν ἐν αὐτῷ τελειοῦσθαι εὐεργεσιῶν, διὰ τῆς ὑποσχέσεως τὸ πληροῦσθαι 2.173 μέλλον σημαίνει λέγων «τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, κατεπόθη ὁ θάνατος εἰς νῖκος», ἵνα σημάνῃ τὴν τότε μέλλουσαν ἔσεσθαι νεκρῶν ἀνάστασιν· ἐπειδὴ κατεπόθη ὁ θάνατος ἀπὸ μέρους ἐν τῇ τοῦ Χριστοῦ ἀναστάσει καὶ τῶν σὺν αὐτῷ ἀναστάντων «ἀνέστη γὰρ πολλὰ σώματα τῶν ἁγίων, ὥς φησι τὸ εὐαγγέλιον, καὶ συνεισῆλθον αὐτῷ εἰς τὴν ἁγίαν πόλιν», τότε δὲ εἰς νῖκος καταπίνεται, ὅτε ἀπὸ πάντων καθολικῶς ἀφαντοῦται. Τῆς πρὸς Κορινθίους ˉβ· αὕτη δὲ τρίτη κεῖται παρὰ τῷ Μαρκίωνι, μετηλλαγμένως δὲ διὰ τὸ πρώτην παρ' αὐτῷ τετάχθαι τὴν πρὸς Γαλάτας. ˉα 20καὶ20 ˉκˉε 20σχόλιον20. «Ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ ἐν αὐτῷ τὸ ναί· διὸ καὶ δι' αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ». ˉα 20καὶ20 ˉκˉε 20ἔλεγχος20. ∆ιάνοιξον τοὺς ὀφθαλμούς σου καὶ σώθητι, ὦ Μαρκίων. εἰ δὲ σὺ οὐκέτι δύνασαι τετελεύτηκας γάρ, οἱ ὑπὸ σοῦ ἀπατηθέντες ἀνοιξάτωσαν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ φυγέτωσαν ἀπὸ σοῦ ὡς ἀπὸ ἑρπετοῦ δεινοῦ καὶ λυμαινομένου τοὺς ἐγγίζοντας. εἰ γάρ «ὅσαι ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί», ἐπαγγελίας δὲ θεοῦ οἶδεν ὁ ἀπόστολος διὰ τοῦ νόμου καὶ τῶν προφητῶν, ἄρα γε ἐν Χριστῷ τὸ ναὶ τῶν ἐπαγγελιῶν τοῦ πληρώματος ἐβεβαιοῦτο. οὐκ ἀλλότριος οὖν ὁ Χριστὸς τοῦ παλαιοῦ νόμου καὶ τῶν προφητῶν, οὐδὲ τοῦ θεοῦ τοῦ λαλήσαντος ἐν τῷ νόμῳ καὶ ἐν Χριστῷ τὰς αὐτοῦ ἐπαγγελίας πεπληρωκότος. ἀλλ' οὐδὲ ἀντίθετος ὁ Χριστὸς τῷ θεῷ τῷ δεδωκότι νόμον καὶ προφήτας. διὰ γὰρ τὸ ἐν αὐτῷ τὰς ἐπαγγελθείσας ὑποσχέσεις ναὶ γίνεσθαι, διὰ τοῦτο, φησί, καὶ δι' αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ· θεοῦ μὲν πατρὸς ἐπαγγειλαμένου, Χριστοῦ δὲ τοῦ καὶ βεβαιοῦντος καὶ † κυρίου τὸ ἀμὴν περιποιουμένου δι' αὐτοῦ ἐν τοῖς δι' αὐτοῦ τῇ ἐπαγγελίᾳ βεβαιωθεῖσιν καὶ ἐπεγνωκόσιν τὸν πατέρα αὐτοῦ ἐν νόμῳ λελαληκότα καὶ ἐν εὐαγγελίῳ τοῖς πεπιστευκόσι 2.174 δεδωρημένον τὰ σωτήρια, τοῖς λέγουσιν δι' αὐτοῦ λέγοντος Χριστοῦ, «ναὶ ὁ πατήρ, ὅτι οὕτως ἐγένετο ἡ εὐδοκία ἐνώπιόν σου». ˉβ 20καὶ20 ˉκˉ 20σχόλιον20. «Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ, ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ σκότους φῶς λάμψει». ˉβ 20καὶ20 ˉκˉ 20ἔλεγχος20. Οὐ κηρύσσουσιν ἑαυτοὺς οἱ ἀπόστολοι, ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον. διὸ οὐκ ἔνι αἵρεσις οὐδὲ ἐκκλησία εἰς ὄνομα ἀποστόλων ἀνηγορευμένη. οὐδέποτε γὰρ ἠκούσαμεν ἢ Πετρίους ἢ Παυλίους ἢ Βαρθολομαίους ἢ Θαδδαίους, ἀλλὰ ἀπ' ἀρχῆς ἓν κήρυγμα πάντων τῶν ἀποστόλων, οὐκ αὐτοὺς κηρύσσον ἀλλὰ Χριστὸν Ἰησοῦν κύριον. διὸ καὶ ὄνομα τῆς ἐκκλησίας οἱ πάντες ἓν ἐπέθεντο, οὐχ ἑαυτῶν ἀλλὰ τοῦ κυρίου αὐτῶν Ἰησοῦ Χριστοῦ, ἀπὸ Ἀντιοχείας ἀρξαμένων Χριστιανῶν καλεῖσθαι· ὅπερ ἐστὶν ἡ μόνη καθολικὴ ἐκκλησία, οὐκ ἄλλο τι ἔχουσα ὄνομα ἀλλὰ Χριστοῦ, Χριστιανῶν οὖσα ἐκκλησία, οὐ Χριστῶν ἀλλὰ Χριστιανῶν, τοῦ μὲν ἑνὸς ὑπάρχοντος, τῶν δὲ ἀπὸ τοῦ ἑνὸς Χριστιανῶν καλουμένων. μετὰ ταύτην δὲ καὶ τοὺς αὐτῆς κήρυκας πᾶσαι *, οὐκέτι τοῦ αὐτοῦ χαρακτῆρος * φαινόμεναι διὰ τῶν ἐπιθέτων ὀνομάτων Μανιχαίων καὶ Σιμωνιανῶν καὶ Οὐαλεντίνων καὶ Ἐβιωναίων· ὧν εἷς καὶ σύ, Μαρκίων, ὑπάρχεις, καὶ σοῦ τὸ ὄνομα ἐπικέκληνται οἱ ὑπὸ σοῦ ἠπατημένοι,