206
ὡς σεαυτὸν κηρύξαντος καὶ οὐχὶ Χριστόν. εἶτά φησιν «ὅτι ὁ θεὸς ὁ εἰπών· ἐκ σκότους φῶς λάμψει». ὁ θεὸς δὲ ποῖος ἀλλ' ὁ εἷς ὁ ἐν τῷ προφήτῃ δείξας ἐκ σκότους φῶς, τουτέστιν ἀπὸ τῆς τῶν ἀνθρώπων ἀπιστίας καὶ ἀγνωσίας φῶς καὶ γνῶσιν ἐν Χριστῷ λάμψαν ἐν ταῖς καρδίαις ἡμῶν τῶν ποτε ἐθνῶν εἰδωλολατρούντων, νῦν δὲ θεὸν ἐπεγνωκότων τὸν τότε ἐν τῷ προφήτῃ προεπαγγειλάμενον τὸ φῶς ἑαυτοῦ ἐν τῷ κόσμῳ λάμψαι, ὡς οὐκ ἀλλοτρίου ὄντος παλαιᾶς καὶ καινῆς διαθήκης· ὡς ἡμῖν ἔθος γέγονε πείθειν σε, ὦ Μαρκίων, ἀφ' ὧν ἔχεις γεγραμμένων λειψάνων τοῦ εὐαγγελίου, καὶ μὴ ὑπὸ σοῦ ἀπατᾶσθαι. 2.175 ˉγ 20καὶ20 ˉκˉζ 20σχόλιον20. «Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν». ἐξέκοψεν δὲ τό «κατὰ τὸ γεγραμμένον». ˉγ 20καὶ20 ˉκˉζ 20ἔλεγχος20. Οὐ δοθήσεταί σοι τόπος ἐν οἷς ἂν τολμήσειας. κἄν τε γὰρ ἐκκόψῃς τό «κατὰ τὸ γεγραμμένον», φαίνεται ἡ τῆς προγεγραμμένης λέξεως ἀκολουθία. ἀπὸ τοῦ γάρ «ἐπίστευσα, διὸ καὶ ἐλάλησα» εὐθὺς τὰ ἴσα ἐπενέγκας ὁ ἀπόστολος ἔφη «ἔχοντες τὸ αὐτὸ πνεῦμα τῆς πίστεως καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν». παντὶ δέ τῳ σαφές ἐστι τοῦτο, ὅτι ἐν τῷ ἑκατοστῷ πεντεκαιδεκάτῳ ψαλμῷ ἐν τῷ τὴν ἐπιγραφὴν Ἀλληλουία ἔχοντι, τῆς δὲ τοῦ ∆αυὶδ βίβλου ὄντι καὶ ὑπ' αὐτοῦ προπεφητευμένῳ, ὁ λόγος τοῦ «ἐπίστευσα» ἐστὶ γεγραμμένος. ὅθεν καὶ ὁ ἀπόστολος ἔλαβε τὸ ῥητὸν καὶ ὁμοίως ἔφη τό «διὸ καὶ ἡμεῖς πιστεύομεν καὶ λαλοῦμεν», εἷς ὢν τοῦ ἀριθμοῦ τῶν ἀποστόλων· ὅθεν οὐ λέγει «διὸ καὶ ἐπίστευσα καὶ ἐλάλησα», ἀλλά «ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν», ἵνα ἑαυτὸν μετὰ τῶν ἄλλων ἀποστόλων συνάψῃ. καί φησιν «ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα», ἵνα δείξῃ τὸ ἐν τῷ ∆αυὶδ λαλῆσαν πνεῦμα τὸ αὐτὸ ὂν πνεῦμα καὶ ἐν τοῖς ἀποστόλοις ἀφ' οὗπερ τότε ἐκεῖνος προφητεύων ἐπίστευεν, ἐν ᾧ πνεύματι καὶ αὐτοὶ ὄντες πιστεύουσι καὶ λαλοῦσι. πολλὴ δὲ ἀδικία καὶ πλεονεξία ὡς εἰπεῖν * διανοημάτων. τοῦ γὰρ ἀποστόλου ἓν καὶ τὸ αὐτὸ πνεῦμα φάσκοντος, πῶς ἡ τοῦ Μαρκίωνος ἄνοια, ὁμολογοῦσα τοῦτον τὸν λόγον τὸν ἅγιον ἀπόστολον εἰρηκέναι, τολμᾷ λέγειν ἄλλο εἶναι τότε τὸ πνεῦμα καὶ ἄλλο τὸ ἐν τοῖς ἀποστόλοις; Τῆς πρὸς Ῥωμαίους ˉδ ἐπιστολῆς· οὕτως γάρ ἐστι παρὰ τῷ Μαρκίωνι κειμένη, ἵνα μηδὲν ὀρθὸν παρ' αὐτῷ εἴη. ˉα 20καὶ20 ˉκˉη 20σχόλιον20. «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται». ˉα 20καὶ20 ˉκˉη 20ἔλεγχος20. Εἰ ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, σωτηρίας ὁ νόμος παραίτιος φυλαττόμενος καὶ μὴ ἐῶν τοὺς 2.176 φυλάττοντας ἀπόλλυσθαι. καὶ εἰ οἱ διὰ νόμου ἁμαρτήσαντες διὰ νόμου κριθήσονται, ἄρα κριτὴς τῶν παραβάσεων ὁ νόμος, οὐκ ἀπωλείας ὢν ἀλλὰ δικαιοκρισίας, ὁσίως κρίνων τοὺς παραβεβηκότας. «οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλὰ οἱ ποιηταὶ νόμου δικαιωθήσονται». εἰ δὲ ποιούμενος ὁ νόμος δικαιοῖ τὸν ποιήσαντα, οὐκ ἄδικος ὁ νόμος οὔτε φαῦλος, δι' ὃν οἱ τελοῦντες τὸν νόμον δίκαιοι καθίστανται. ἐκ δὲ τοῦ νόμου ἐστὶ καὶ ἡ εἰς Χριστὸν προφητευομένη πίστις, χωρὶς οὗ οὐ δικαιωθήσεται οὐδεὶς καὶ ἐν ᾧ πιστεύσας παρὰ τὴν ὑπὸ τοῦ νόμου προφητευομένην μαρτυρίαν οὐ δύναται πάλιν δικαιοῦσθαι οὐδείς, ὡς πληρώματος ὄντος τοῦ Χριστοῦ τοῦ νόμου κατὰ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον ὅτι «πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην», δεικνύντι ὅτι ἄνευ νόμου καὶ Χριστοῦ οὐκ ἔνι δικαιοσύνη. οὔτε γὰρ Ἰουδαῖοι ἄνευ Χριστοῦ δικαιωθήσονται μὴ λαβόντες Χριστὸν οὔτε σύ, Μαρκίων, δικαιωθήσῃ ἀπαρνούμενος τὸν νόμον. ˉβ 20καὶ20 ˉκˉθ 20σχόλιον20. «Περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν». ˉβ 20καὶ20 ˉκˉθ 20ἔλεγχος20. Εἰ ἀποφαίνεται ὁ ἅγιος ἀπόστολος τὴν περιτομὴν